Σημειώσεις στην Απόφαση τής Συνόδου Φλωρεντίας

Σημειώσεις στην Απόφαση τής Συνόδου Φλωρεντίας

[←1]

Concilium Florentinum Documenta et Scriptores. Editum Consilio et imprensis Pontificii Instituti Orientalium Studiorum, Series B, Volumen V, Fasciculus II (Ρώμη 1953), σελ. 459-472.

[←2]

Ὅρος τῆς Ἁγίας καὶ Οἰκουμενικῆς Συνόδου τῆς ἐν Φλωρεντίᾳ γενομένης.

[←3]

Εὐγένιος ἐπίσκοπος δοῦλος τῶν δούλων τοῦ θεοῦ εἰς αΐδιον τοῦ πράγματος μνήμην

[←4]

Συναινοῦντος τοῖς ὑπογεγραμμένοις τοῦ ποθεινοτάτου υἱοῦ ἡμῶν Ἰωάννου Παλαιολόγου τοῦ περιφανοῦς βασιλέως τῶν Ῥωμαίων, καὶ τῶν τοποτηρητῶν τῶν σεβασμίων ἀδελφῶν ἡμῶν τῶν πατριαρχῶν, καὶ τῶν λοιπῶν τῶν τὴν ἀνατολικήν ἐκκλησίαν παριστανόντων.

[←5]

Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· ἀφῄρηται μὲν γὰρ τὸ μεσότοιχον τὸ τὴν δυτικὴν καὶ ἀνατολικὴν διαιροῦν ἐκκλησίαν, ἐπανῆλθε δὲ ἡ εἰρήνη καὶ ἡ ὁμόνοια τοῦ ἀκρογωνιαίου λίθου ἐκείνου Χριστοῦ, τοῦ ποιήσαντος ἑκάτερα ἕν τῷ τῆς ἀγάπης τε καὶ εἰρήνης ἰσχυροτάτῳ δεσμῷ ἑκάτερον τοῖχον ζευγνύντος, συσφίγγοντός τε καὶ συνέχοντος στοργῇ ἀϊδίου ἑνότητος, καὶ μετὰ τὴν μακρὰν ἐκείνην τῆς ἀθυμίας ὀμίχλην καὶ τὴν ἀπὸ τῆς χρονίου διαστάσεως μέλαινάν τε καὶ ἄχαριν ἀχλὺν ἡ γαληνιῶσα πᾶσιν ἀκτὶς ἐξήστραψε τῆς ποθεινοτάτης ἑνώσεως.

[←6]

εύφραινέσθω καὶ ἡ μήτηρ ἐκκλησία τὰ ἑαυτῆς τέκνα μέχρι τοῦδε πρὸς ἄλληλα στασιάζοντα εἰς ἑνότητά τε καὶ εἰρήνην ἤδη ἐπανιόντα ὁρῶσα. καὶ ἡ πρώην ἐπὶ τῷ χωρισμῷ αὐτῶν πικρότατα κλαίουσα, ἐκ τῆς νῦν αὐτῶν θαυμαστῆς ὁμονοίας σὺν ἀνεκφράστῳ χαρᾷ τῷ παντοδυνάμῳ εὐχαριστήτῳ θεῷ. πάντες συνευφραινέσθωσαν οἱ πανταχοῦ τῆς οἰκουμένης πιστοί, καὶ oἱ τῷ ἀπὸ Χριστοῦ ὀνόματι κεκλημένοι τῇ μητρὶ τῇ καθολικῇ ἐκκλησίᾳ συναγαλλέσθωσαν.

[←7]

Ἰδοὺ γὰρ οἵ τε δυτικοὶ καὶ ἀνατολικοὶ πατέρες μετὰ τὸν μακρότατον τῆς διαφωνίας καὶ διαστάσεως χρόνον ἐκεῖνον, πρὸς πάντα παραβαλλόμενοι κίνδυνον τὸν ἐν γῇ καὶ θαλάττῃ, καὶ πάντα πόνον ὑπερβαλόντες, πρὸς τὴν ἱερὰν ταυτηνὶ καὶ οἰκουμενικὴν σύνοδον τῇ τε τῆς ἱερᾶς ἑνώσεως ἐφέσει καὶ τοῦ τὴν παλαιὰν ἀγάπην ἀνακτήσασθαι ἕνεκα γεγηθότες συνῆλθον καὶ πρόθυμοι, καὶ τοῦ σκοποῦ οὐκ ἀπέτυχον. μετὰ γὰρ πολλὴν καὶ ἐπίπονον ἔρευναν τέλος τῇ τοῦ παναγίου Πνεύματος φιλανθρωπίᾳ τῆς εὐκταιοτάτης ταύτης καὶ ἁγιωτάτης ἑνώσεως ἔτυχον. τὶς οὖν ταῖς τοῦ θεοῦ εὐεργεσίαις ἀξίως εὐχαριστεῖν δύναιτ΄ ἄν; τὶς ἐνώπιον τοῦ πλούτου τῶν θείων οἰκτιρμῶν οὐκ ἄν ἐκπλαγείη; τίνος οὐκ ἄν καὶ σιδηροῦν στῆθος τὸ τῆς θείας εὐσπλαγχνίας οὔσης γε τηλικαύτης μαλθάξειε μέγεθος; ὄντως θεῖά εἰσι ταῦτα ἔργα, οὐκ ἀνθρωπίνης ἀσθενείας εὑρέματα· καὶ διὰ ταῦτα μετὰ ἐξαιρέτου μὲν εὐλαβείας ἀποδεκτέα, θείοις δὲ ὕμνοις προβιβαστέα. σοὶ αἶνος, σοὶ δόξα, σοὶ πρέπει εὐχαριστία, Χριστὲ πηγὴ οἰκτιρμῶν, ὅς τοσοῦτον ἀγαθὸν τῇ νύμφῃ σου τῇ καθολική ἐκκλησίᾳ κεχάρισαι, κἄν τῇ ἡμετέρᾳ γενεᾷ τὰ τῆς εὐσπλαγχνίας σου ἔδειξας θαύματα, ἵνα σου πάντες τὰ θαυμάσια διηγήσωνται· οὕτω μέγα τῷ ὄντι καὶ θεῖον ἡμῖν ὁ θεὸς δῶρον δεδώρηται, καὶ τοῖς ὀφθαλμοῖς εἴδομεν ὅ πολλοὶ τῶν πρὸ ἡμῶν ἐπιθυμήσαντες ἰδεῖν οὐ δεδύνηνται.

[←8]

Συνελθόντες γὰρ Λατῖνοί τε καὶ Γραικοὶ ἐν ταύτῃ τῇ ἱερᾷ καὶ ἁγίᾳ οἰκουμενικῇ συνόδῳ σπουδῇ μεγάλῃ πρὸς ἀλλήλους ἐχρήσαντο, ὅπως μετὰ τῶν ἄλλων καὶ τὸ ἄρθρον ἐκεῖνο τὸ περὶ τῆς θείας ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος μετὰ πλείστης ὅσης ἐπιμελείας καὶ συνεχοῦς συζητήσεως ἐξετασθείη. προκομισθεισῶν δὲ μαρτυριῶν ἀπὸ τῆς θείας γραφῆς καὶ πλείστων χρήσεων τῶν ἁγίων διδασκάλων ἀνατολικῶν τε καὶ δυτικῶν, τῶν μὲν ἐκ Πατρὸς καὶ Υἱοῦ, τῶν δὲ ἐκ Πατρὸς δι΄ Υἱοῦ λεγόντων τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, καὶ εἰς τὴν αὐτὴν ἔννοιαν ἀποβλεπόντων ἁπάντων ἐν διαφόροις ταῖς λέξεσιν, οἱ μὲν Γραικοὶ διισχυρίσαντο ὅτι τοῦθ΄ ὅπερ λέγουσι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι οὐ ταύτῃ τῇ διανοίᾳ προφέρουσιν, ὥστε αὐτοὺς τὸν Υἱὸν ἀποκλείειν, ἀλλ΄ ἐπειδήπερ αὐτοῖς ἐδόκει, φασί, τοὺς Λατίνους διαβεβαιοῦσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὡς ἀπὸ δύο ἀρχῶν καὶ δύο πνεύσεων ἐκπορεύεσθαι, διὰ τοῦτ΄ ἐφυλάξαντο λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ἐκ Πατρὸς καὶ Υἱοῦ· οἱ δὲ Λατῖνοι διεβεβαιώσαντο μὴ κατὰ ταύτην τὴν διάνοιαν σφᾶς αὐτοὺς λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, ὡς άποκλείειν τὸν Πατέρα τοῦ εἶναι πηγὴν καὶ ἀρχὴν ὅλης τῆς θεότητος, τοῦ Υἱοῦ δηλονότι καὶ τοῦ ἁγίου Πνεύματος, ἤ ὅτι τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ὁ Υἱὸς οὐκ ἔχει παρὰ τοῦ Πατρός, ἤ ὅτι δύο τιθέασιν εἶναι ἀρχὰς ἤ δύο πνεύσεις· ἀλλ΄ ἵνα μίαν μόνην δηλώσωσιν εἶναι ἀρχὴν καὶ μοναδικὴν προβολὴν τοῦ ἁγίου Πνεύματος, καθὼς μέχρι τοῦδε διισχυρίσαντο. ἐπειδὴ δὲ ἐκ τούτων ἁπάντων μία καὶ ἡ αὐτὴ τῆς ἀληθείας συνάγεται ἔννοια, τέλος εἰς τὴν ὑπογεγραμμένην ἁγίαν καὶ θεοφιλῆ τή αὐτη διανοίᾳ καὶ τῷ αύτῷ voΐ συνεφώνησαν καὶ συνῄνεσαν ὁμοθυμαδὸν ἕνωσιν.

[←9]

Ἐν τῷ ὀνόματι τοίνυν τῆς ἁγίας Τριάδος, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ταύτης τῆς ἱερᾶς καὶ οἰκουμενικῆς τῆς ἐν Φλωρεντείᾳ ἐπιψηφιζομένης συνόδου, ὁρίζομεν ἵνα αὕτη ἡ τῆς πίστεως ἀλήθεια ὑπὸ πάντων τῶν χριστιανῶν πιστευθείη τε καὶ αποδεχθείη, καὶ οὕτω πάντες ὁμολογῶσιν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἀϊδίως ἐστί, καὶ τὴν ἑαυτοῦ οὐσίαν καὶ τὸ ὑπαρκτικὸν αὐτοῦ εἶναι ἔχει ἐκ τοῦ Πατρὸς ἅμα καὶ τοῦ Υἱοῦ, καὶ ἐξ ἀμφοτέρων ἀϊδίως ὡς ἀπὸ μιᾶς ἀρχῆς καὶ μοναδικῆς προβολῆς ἐκπορεύεται· διασαφοῦντες ὅτι τοῦθ΄ ὅπερ οἱ Ἅγιοι διδάσκαλοι καὶ πατέρες ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγουσι τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ταύτην φέρει τὴν ἔννοιαν, ὥστε διὰ τούτων δηλοῦσθαι καὶ τὸν Υἱὸν εἶναι, κατὰ μὲν τοὺς Γραικούς αἰτίαν, κατὰ δὲ τοὺς Λατίνους ἀρχήν τῆς τοῦ ἁγίου Πνεύματος ὑπάρξεως, ὥσπερ καὶ τὸν Πατέρα, καὶ ἐπεί πάντα ὅσα ἐστὶ τοῦ Πατρός αὐτὸς ὁ Πατὴρ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐν τῷ γεννᾶν δέδωκε, πλήν τoῦ εἶναι Πατέρα, τοῦτ΄ αὐτό, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, αὐτὸς ὁ Υἱὸς παρά τοῦ Πατρὸς ἀϊδίως ἔχει, αφ΄ οὗ άϊδίως καὶ γεγέννηται.

[←10]

Ἔτι διοριζόμεθα τὴν τῶν βημάτων ἐκείνων ἀνάπτυξιν, τὴν καὶ έκ τοῦ Υἱοῦ, χάριν τοῦ τὴν ἀλήθειαν σαφηνισθῆναι, ἀνάγκης τε τότε ἐπικειμένης θεμιτῶς τε καὶ εὐλόγως ἐν τῷ συμβόλῳ προστεθῆναι.

[←11]

Ἔτι ἐν ἀζύμῳ ἤ ἐνζύμῳ ἄρτῳ σιτίνῳ τὸ τοῦ Χριστοῦ σῶμα τελεῖσθαι ἀληθῶς, τοὺς τε ἱερεῖς ἐν θατέρῳ αὐτὸ τὸ σῶμα τοῦ κυρίου ὀφείλειν τελεῖν, ἕκαστον δηλονότι κατὰ τὴν τῆς ἰδίας ἐκκλησίας εἴτε δυτικῆς εἴτε ἀνατολικῆς συνήθειαν.

[←12]

Ἔτι ἐὰν oἱ ἀληθῶς μετανοήσαντες ἀποθάνωσιν ἐν τῇ τοῦ θεοῦ ἀγάπῃ, πρὶν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς ἱκανοποιῆσαι περὶ τῶν ἡμαρτημένων ὁμοῦ καὶ ἠμελημένων, τὰς τούτων ψυχὰς καθαρτικαῖς τιμωρίαις καθαίρεσθαι μετὰ θάνατον· ὥστε δὲ ἀποκουφίζεσθαι αὐτὰς τῶν τοιούτων τιμωριῶν, λυσιτελεῖν αὐταῖς τὰς τῶν ζώντων πιστῶν ἐπικουρίας, δηλονότι τὰς ἱερὰς θυσίας καὶ εὐχὰς καὶ ἐλεημοσύνας καὶ τἄλλα τῆς εὐσεβείας ἔργα, ἅτινα παρὰ τῶν πιστῶν ὑπέρ ἄλλων πιστῶν εἴωθε γίνεσθαι κατὰ τὰ τῆς ἐκκλησίας διατάγματα.

[←13]

Αντίστοιχες με τα αμαρτήματα.

[←14]

Ἐκείνων δὲ τὰς ψυχάς, οἵτινες μετὰ τὸ βαπτισθῆναι οὐδεμιᾷ ὅλως τῆς ἁμαρτίας κηλῖδι ὑπέπεσον, καὶ ἔτι τὰς μετὰ τὸ ἐφελκύσασθαι τὴν τῆς ἁμαρτίας κηλῖδα, εἴτε ἐν τοῖς αὐτῶν σώμασιν εἴτε μετὰ τὸ τὰ σώματα ἀποδύσασθαι, ὡς προείρηται, καθαρθείσας, εἰς οὐρανὸν εὐθὺς προσλαμβάνεσθαι καὶ καθαρῶς θεωρεῖν αὐτόν τὸν ἕνα καὶ τρισυπόστατον θεόν, καθώς ἐστιν, ἕτεροv μέντοι ἑτέρου τελειώτερον κατὰ τὴν τῶν βεβιωμένων ἀξίαν· τὰς δὲ ψυχάς τῶν ἐν τῇ κατ΄ ἐνέργειαν θανασίμῳ ἁμαρτίᾳ ἤ καὶ ἐν μόνῃ τῇ προπατορικῇ ἀποβιούντων εὐθέως καταβαίνειν εἰς ἅδην, τιμωρίαις ὅμως ἀνίσοις τιμωρηθησομένας.

[←15]

Ἔτι ὁρίζομεν τὴν ἁγίαν ἀποστολικὴν καθέδραν καὶ τὸν ῥωμαϊκὸν ἀρχιερέα εἰς πᾶσαν τὴν οἰκουμένην τὸ πρωτεῖον κατέχειν, αὐτόν τε τὸν ῥωμαϊκὸν ἀρχιερέα διάδοχον εἶναι τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν αποστόλων, καὶ ἀληθῆ τοποτηρητὴν τοῦ Χριστοῦ, καὶ πάσης τῆς ἐκκλησίας κεφαλήν, καὶ πάντων τῶν χριστιανῶν πατέρα καὶ διδάσκαλον ὑπάρχειν, καὶ αὐτῷ ἐν τῷ μακαρίῳ Πέτρῳ τοῦ ποιμαίνειν καὶ διιθύνειν καὶ κυβερνᾶν τὴν καθολικήν ἐκκλησίαν ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πλήρη ἐξουσίαν παραδεδόσθαι, καθ΄ ὅν τρόπον καὶ ἐν τοῖς πρακτικοῖς τῶν οἰκουμενικῶν συνόδων καὶ τοῖς ἱεροῖς κανόσι διαλαμβάνεται.

[←16]

Ἀνανεοῦντες ἔτι καὶ τὴν ἐν τοῖς κανόσι παραδεδομένην τάξιν τῶν λοιπῶν σεβασμίων πατριαρχῶν, ὥστε τὸν Κωνσταντινουπόλεως πατριάρχην δεύτερον εἶναι μετὰ τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης, τρίτον δὲ τὸν τῆς Ἀλεξανδρείας, τέταρτον δὲ τὸν τῆς Ἀντιοχείας καὶ πέμπτον τὸν τῶν Ἱεροσολύμων, σωζομένων δηλαδή καὶ τῶν προνομίων ἁπάντων καὶ τῶν δικαίων αὐτῶν.

[←17]

Ἐδόθη ἐν τῇ Φλωρεντείᾳ ἐν συνελεύσει δημοσίᾳ συνοδικῇ, ἑορτασίμως ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τελεσθείσῃ, ἔτει τῆς κυριακῆς ένανθρωπήσεως χιλιοστῷ τετρακοσιοστῷ τριακοστῷ ἐνάτῳ, ἕκτη τοῦ ἰουλίου, τῆς ἀρχιερατείας ἡμῶν ἔτει ἐνάτῳ.

[←18]

Ἰωάννης ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων, ὁ Παλαιολόγος.

[←19]

Aἱ κατωγεγραμμέναι ὑπογραφαί εἰσι τῶν ἀνατολικῶν πατέρων τῶν ἀκολουθησάντων τῷ γαληνοτάτῳ κυρίῳ τῷ βασιλεῖ εἰς βεβαίωσιν τῆς ἁγίας ἑνώσεως τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ.

[←20]

Ό ταπεινὸς μητροπολίτης Ἡρακλείας, ὁ λογὰς τῶν αἰδεσίμων καὶ ἀρχιερεὺς πάσης Θρᾳκίας καὶ Μακεδονίας, καὶ τοποτηρητὴς τῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου τῆς Ἀλεξανδρείας Φιλοθέου, Ἀντώνιος ἀποφήνας ὑπέγραψα.

[←21]

Ό τοποτηρητὴς τῆς αὐτῆς ἀποστολικῆς καθέδρας τοῦ πατριάρχου τῆς Ἀλεξανδρείας καὶ κυρίου μου κυρίου Φιλοθέου, καὶ πρωτοσύγγελλος πνευματικός, Γρηγόριος ἱερομόναχος ὑπέγραψα.

[←22]

Ἰσίδωρος μητροπολίτης Κιαίβου καὶ πάσης Ῥωσίας, καὶ τοποτηρητὴς τῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου Ἀντιοχείας κυρίου Δωροθέου, ἀρκετὸς ὑπέγραψα.

[←23]

Ὁ ταπεινὸς μητροπολίτης Μονεμβασίας, καὶ τοποτηρητὴς τῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων κυρίου Ἰωακείμ, Δοσίθεος ἀρκετὸς ὑπέγραψα.

[←24]

Ὁ ταπεινὸς μητροπολίτης Κυζίκου, καὶ τὸν τόπον ἐπέχων τοῦ Ἀγκύρας, Μητροφάνης ἀρκετὸς ὑπέγραψα.

[←25]

Ὁ ταπεινὸς μητροπολίτης Τραπεζοῦντος, καὶ τὸν τόπον ἐπέχων τοῦ Καισαρείας, Δωρόθεος ἀρκετὸς ὑπέγραψα.

[←26]

Βησσαρίων ἐλέει θείῳ ἀρχιεπίσκοπος Νικαίας, καὶ τὸν τόπον ἐπέχων τοῦ Σάρδεων, ἀρκετὸς ὑπέγραψα.

[←27]

Ὁ ταπεινὸς μητροπολίτης Νικομηδείας Μακάριος ὑπέγραψα.

[←28]

Ο μητροπολίτης Τορνόβου μάλλον εκ τού περισσού αναγράφεται και ως τοποτηρητής τού μητροπολίτη Νικομηδείας, αφού ο μητροπολίτης Νικομηδείας υπογράφει στην προηγούμενη γραμμή.

[←29]

Ὁ ταπεινὸς μητροπολίτης Τορνόβου, καὶ τὸν τόπον ἐπέχων τοῦ Νικομηδείας, Ἰγνάτιος ἀρκετὸς ὑπέγραψα.

[←30]

Ὁ ταπεινὸς μητροπολίτης Μιτυλήνης, καὶ τὸν τόπον ἐπέχων τοῦ Σίδης, Δωρόθεος ἀρκετὸς ὑπέγραψα.

[←31]

Ὁ ταπεινὸς μητροπολίτης Μουλδοβλαχίας, καὶ τὸν τόπον ἐπέχων τοῦ Σεβαστείας, Δαμιανός ἀρκετὸς ὑπέγραψα.

[←32]

Ὁ ταπεινὸς μητροπολίτης Ἀμασείας Ἰωάσαφ ὑπέγραψα.

[←33]

Ὁ ταπεινὸς μητροπολίτης Ῥόδου Ναθαναήλ καὶ τῶν Κυκλάδων νήσων ἀρκετὸς ὑπέγραψα.

[←34]

Ὁ ταπεινὸς μητροπολίτης Δρίστρας Κάλλιστος ὑπέγραψα.

[←35]

Ὁ ταπεινὸς μητροπολίτης Γάννου Γεννάδιος ὑπέγραψα.

[←36]

Ὁ ταπεινὸς μητροπολίτης Μελενίκου Ματθαῖος ὑπέγραψα.

[←37]

Ὁ ταπεινὸς μητροπολίτης Δράμας Δοσίθεος ὑπέγραψα.

[←38]

Ὁ ταπεινὸς μητροπολίτης Ἀγχιάλου Σωφρόνιος ἀρκετὸς ὑπέγραψα.

[←39]

Βησσαρίων Νικαίας δι΄ ἐπιτροπῆς γεγραμμένης παρὰ τοῦ μεγάλου σακελλαρίου Μανουὴλ διακόνου τοῦ Χρυσοκούκη, ὅστις ἑαυτὸν πιθανὸν ὁμοῦ ἐσημείωσεν, ὑπὲρ ἐκείνου ἐνταῦθα αὐτὸν ἐξηγούμενος τῆς αὐτοῦ δόξης καὶ τοῦ αὐτοῦ νοῦ καὶ αὐτὸν μεθ΄ ἡμῶν ὑπάρχειν καὶ ταῦτα πάντα ἀκολουθεῖν, ὑπέγραψα.

[←40]

Ό μέγας σκευοφύλαξ διάκονος Θεόδωρος ὁ Ξανθόπουλος ὑπέγραψα.

[←41]

Ό μέγας χαρτοφύλαξ καὶ ἀρχιδιάκονος Μιχαὴλ ὁ Βαλσαμὼν ὑπέγραψα.

[←42]

Ό μέγας ἐκκλησιάρχης καὶ δικαιοφύλαξ διάκονος Σίλβεστρος ὁ Συρόπουλος ὑπέγραψα.

[←43]

Ό πρωτέκδικος διάκονος Γεώργιος ὁ Καππάδοξ ὑπέγραψα.

[←44]

[←45]

Ό ἐκκλησιάρχης τῆς τιμίας μονῆς ἁγίας καὶ βασιλικῆς τοῦ ἁγίου ὄρους τῆς μεγάλης Λαύρας, καὶ τοποτηρητὴς τῆς αὐτῆς μονῆς, Μωσῆς ἱερομόναχος ὑπέγραψα.

[←46]

Ό ποτὲ ἡγούμενος τῆς Περιβλέπτου Ἀθανάσιος ὑπέγραψα.

[←47]

Ό ἡγούμενος τῆς ἁγίας μονῆς τοῦ Παντοκράτορος Γερόντιος ἱερομόναχος ὑπέγραψα.

[←48]

Ό ποτὲ ἡγούμενος τοῦ ἁγίου Βασιλείου Γερμανὸς ὑπέγραψα.

[←49]

Παχώμιος ἱερομόναχος καὶ ἀββᾶς τοῦ Παύλου ἀρκετὸς ὑπέγραψα.

[←50]

Ψαλμός 95.11: Εὐφραινέσθωσαν οἱ οὐρανοί, καί ἀγαλλιάσθω ἡ γῆ.

[←51]

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.

[←52]

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[←53]

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε,

καί πάντες αἴροντες, τόν Σταυρόν σου λέγομεν·

Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννά ἐν τοῖς ὑψίστοις.

[←54]

Ταῦτα ἐρρέθη καὶ ἀνεγνώσθη λατινικῶς μέν, ὡς ἔφημεν, παρὰ τοῦ καρδιναλίου τῆς ἁγίας Σαβίνας Ἰουλιανοῦ, ἑλληνικῶς δὲ παρὰ τοῦ ἀρχιεπισκόπου Νικαίας Βησσαρίωνος· καὶ ἡσπασάμεθα τοῦ πάπα τὸ γόνυ καὶ τὴν χεῖρα, ἡσπασάμεθα δὲ καὶ ἀλλήλους φορεμένοι τὴν ἱερατικὴν στολήν. ὑπεγράψαμεν δὲ καὶ ἡμεῖς ταῖς ἰδίαις χερσίν, ὥσπερ καὶ ἀνεγνώσθη. ἔψαλλον δὲ oἱ ἡμέτεροι ψάλται· Εὐφραινέσθωσαν οἱ οὐρανοί· καὶ Δόξα, τὸ αὐτό· καὶ εἰς τὸ Καὶ νῦν· δοξολογίαν· καὶ πάλιν τὸ· Σήμερον ἡ χάρις. πληρωθείσης οὖν τῆς ἱερουργίας ἅμα καὶ δοξολογίας, ἕκαστος ἀπήλθομεν εἰς τὰ ἴδια.

[←55]

Μετὰ ταῦτα ζητῶσιν οἱ Λατῖνοι ἀφ΄ ἡμῶν ζητήματα ταῦτα.

[←56]

Διατὶ διαλαμβάνομεν μερίδας ἐν τῇ προσκομιδῇ καὶ ἑνοῦμεν τῷ θείῳ καὶ δεσποτικῷ ἄρτῳ;

[←57]

Καὶ διατὶ κλίνομεν τὰς κεφαλὰς ἐν τῇ μεγάλῃ εἰσόδῳ, μὴ ὄντων τετελειωμένων τῶν τιμίων δώρων;

[←58]

Καὶ διατὶ χέομεν ζέον ὕδωρ ἐν τῷ ἁγίῳ ποτηρίῳ;

[←59]

Κατά Ἰωάννην 19.34: ἀλλ΄ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τήν πλευράν ἔνυξε, καί εὐθέως ἐξῆλθεν αἷμα καί ὕδωρ.

[←60]

Καὶ διατί, οὔπω ἐστὶ σῶμα Χριστοῦ, λέγομεν· Καὶ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως ἐξἦλθεν αἷμα καὶ ὕδωρ;

[←61]

Κατά Ματθαῖον 2.9: καί ἰδού ὁ ἀστήρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθών ἔστη ἐπάνω οὗ ἦν τό παιδίον.

[←62]

Καἰ διατὶ λέγομεν· Καὶ ἰδοὺ ὁ ἀστὴρ ἦλθε, καὶ ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον;/i>

[←63]

Καὶ διατὶ οὐ χρίουσιν οἱ ἀρχιερεῖς τό μύρον, ἀλλ΄ οἱ ἱερεῖς, καὶ γὰρ τοῖς ἀρχιερεῦσι δέδοται τοῦτο;

[←64]

Καὶ διατὶ χρίουσιν ἔλαιον τοῖς νεκροῖς πρὸ τοῦ ἐνταφιάσαι αὐτούς;

[←65]

Καὶ διατὶ οὐκ ἐξομολογοῦνται οἱ ἱερεῖς τε καὶ ἀρχιερεῖς, ὅτε μέλλωσιν ἱερουργεῖν;

[←66]

Κατά Ματθαῖον 26.26: Εσθιόντων δέ αὐτῶν λαβών ὁ ᾿Ιησοῦς τόν ἄρτον καί εὐχαριστήσας ἔκλασε καί ἐδίδου τοῖς μαθηταῖς καί εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τό σῶμά μου.

[←67]

Θεία Λειτουργία Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου: Καί ποίησον τόν μέν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου.

[←68]

Θεία Λειτουργία Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου: μεταβαλών τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ἀμήν, ἀμήν, ἀμήν.

[←69]

Καὶ διατὶ οὐκ ἀρκεῖσθε, φησίν, εἰς τὰ κυριακὰ λόγια τῷ· Λάβετε, φάγετε· ἀλλὰ λέγετε μετὰ ταῦτα· καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου, καί· Μεταβαλὼν αὐτὰ τῷ Πνεύματί σου τῷ ἁγίῳ, ἀμήν, ἀμήν, ἀμήν;/i>

[←70]

Κατά Μᾶρκον 10.8-9: ὥστε οὐκέτι εἰσί δύο, ἀλλά μία σάρξ· ὃ οὖν ὁ Θεός συνέζευξεν, ἄνθρωπος μή χωριζέτω.

[←71]

Καὶ δι΄ ἥν αἰτίαν χωρίζετε τὰ ἀνδρόγυνα, τοῦ κυρίου εἰπόντος· Οὕς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω;

[←72]

Καὶ δι΄ ἥν αἰτίαν οὐ ποιεῖτε πατριάρχην ὧδε, ἀλλ΄ ἀκέφαλοι βούλεσθε ἀπελθεῖν;

[←73]

Ταῦτα τῶν Λατίνων προκομισάντων, ὁ Μιτυλήνης κανονικῶς καὶ νομίμως ταῦτα πάντα ἔλυσε, πλὴν δύο τινῶν ὁποῖα ἐμήνυσεν ὁ πάπας τῷ βασιλεῖ, τῆς χωρίσεως τῶν ἀνδρογύνων καὶ τὴν χειροτονίαν τοῦ πατριάρχου· ἀντιλεγόντων τῶν Λατίνων ὅτι οὐ δύναται νόμος ἀντιλέγειν τῇ κυριακῇ φωνῇ τῇ λεγούσῃ· Οὕς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέσθω· καὶ ὅτι ἀκέφαλοί οὐ χρὴ ἀπελθεῖν τῶν ὧδε..

[←74]

Ἐμήνυσεν ὁ πάπας τῷ βασιλεῖ ἵνα στείλῃ αὐτῷ έκ τῶν μητροπολιτῶν τινας τῶν εἰδότων· ὁ δὲ ἀπέστειλε τοὺς μὴ εἰδότας· καὶ εἶπεν ὁ πάπας τὰς δύο ζητήσεις ταύτας, τὸ τῶν διαζεύξεων τῶν ἀνδρογύνων καὶ τὴν προχείρησιν τοῦ πατριάρχου. οἱ δὲ ἀπελογήσαντο·

[←75]

Ἄδειαν ἡμεῖς οὐκ ἔχομεν ἀπολογηθῆναι, ἀλλὰ οὐδὲ ἀπολογούμεθα· μέλλομεν οὖν ἀναφέρειν ταῦτα τῷ βασιλεῖ, καὶ αὐτὸς μέλλει ἀπολογήσεσθαι.

[←76]

Τούτων οὕτω γενομένων παρῆλθον ἡμέραι, καὶ τῇ ιδ΄ τοῦ ἰουλίου, ἡμέρᾳ γ΄, ἐμήνυσεν ὁ πάπας πάντας τοὺς ἀνατολικοὺς ἁρχιερεῖς ἀπελθεῖν εἰς αὐτόν, καὶ δή τινες ἀπελθόντες, κατ΄ ιδίαν λαβὼν αὐτοὺς ἔφη.

[←77]

Ἡμεῖς, ἀδελφοί, ἑνώθημεν τῇ πίστει θεοῦ χάριτι. ἐπεὶ δὲ οἷς κρίμασιν οἶδεν ὁ τῶν ὅλων θεὸς κατέστην ἐγὼ κεφαλὴ τῶν ὑμετέρων μελῶν, καὶ ὁπωσδήποτε πρέπει παραινεῖν καὶ συμβουλεύειν τὰ δοκοῦντα εἶναι πρὸς σύστασιν τῆς εὐσεβείας καὶ τῆς ἐκκλησίας ἡμῶν, ἤδη λοιπὸν ἔχω τινὰ εἰπεῖν πρὸς ὑμᾶς ὡς ἀδελφούς, ὡς μέλη, ὡς ἡγήτορας τῶν ἐκκλησιῶν. καὶ πρῶτον λέγω ὅτι πάντες γογγύζουσι περί τῶν διαζυγίων τῶν συνοικεσίων, καὶ δέεται τὸ τοιοῦτον διορθώσεως· δεύτερον περί τοῦ Ἐφέσου, ὅτι ἐστὶν ἀναγκαῖον δοῦναι λόγον, πῶς σχίζεται τῆς συνόδου ἡμῶν· οὐ γὰρ φρονιμώτερός ἐστι πάντων ἡμῶν· εἴδομεν γὰρ αὐτὸν ἐν ταῖς διαλέξεσιν ἀπορήσαντα καὶ μὴ δυνάμενον ἀποκρίνεσθαι πρὸς τὰ ζητούμενα παρὰ τοῦ φρὰ Ἰωάννου. τρίτον, ὅτι, ἐπεὶ ὁ ἁγιώτατος πατριάρχης Κωνσταντινουπόλεως ἀπῆλθεν εἰς τὰς ἐκεῖθεν μονάς, δέεται ἡ ἐκκλησία πατριάρχου, καὶ μάλιστα γενέσθαι ὧδε ἔνθα πάρειμι καὶ αὐτός, οὐχ ἵνα κερδήσω τι σωματικόν· ἀργύριον γὰρ καὶ χρυσίον οὐ δέομαι· ἀλλὰ μᾶλλον καὶ δώσω καὶ στηρίξω καὶ ἐπιβεβαιώσω, καὶ τὸν εὑρισκόμενον χειροτονούμενον ἀπ΄ ἐμοῦ μεταθέσω, καὶ τὴν ἐκκλησίαν ἐκείνην βοηθήσω, καὶ ποιήσω πατριάρχην ἵνα εἶναι, καὶ τὰ προνόμια καὶ τὴν ἐπαρχίαν ταύτης ἔχειν· καὶ ἁπλῶς διὰ πολλὰ τἀγαθὰ λέγω, ἵνα γένηται πατριάρχης ὧδε. τί γάρ ἐμποδίζει; ἤ τί ἐστιν ἐλλιπές; ἐνταῦθά ἐστι βασιλεύς, ἐνταῦθα οἰκουμενικὴ σύνοδος καὶ πάπας προϊστάμενος αὐτῇ, ἐνταῦθα καὶ οἱ κρείττονες τῶν άρχιερέων ἀφ΄ ὧν μέλλει γενέσθαι πατριάρχης. τί ἐστι τὸ κωλῦσον ὑμᾶς; διὰ τοῦτό ἐστιν δίκαιον καὶ ἄξιον ποιῆσαι πατριάρχην, καὶ μὴ ἀπελθεῖν ἀκέφαλοι ἀφ΄ ἡμῶν.

[←78]

Ταῦτα τοῦ ἁγιωτάτου πάπα εἰπόντος, καὶ προσθεὶς ὅτι, ,

[←79]

ἐὰν οὐδὲν γένηται ὧδε πατριάρχης, οὐ δυνηθῶ μεταθέσαι τὸν ὄντα πατριάρχην εἰς τό ἑξῆς,

[←80]

ἀπεκρίναντο οἱ ἀρχιερεῖς.

[←81]

Ὅσα ὥρισεν ἡ μακαριότης σου, ὑπάρχωσι δικαιότατα καὶ σοφώτατα· ἀλλ΄ ἡμεῖς οὐ δυνάμεθα τελείως ἀποκριθῆναι εἰς τὰ τοιαῦτα, ἐπεὶ ἔχομεν καὶ ἄλλους ἀρχιερεῖς καὶ βασιλέα ἡμῶν, καὶ μετὰ γνώμης αὐτῶν ἀποκριθησόμεθα τελείως· ἀφ΄ ἡμῶν δὲ ἰδίως ἀπολογούμεθα καὶ λέγομεν, οὐ τοῦ παρόντος καιροῦ εἶναι ταῦτα, εἰ καί δίκαιά εἰσι καὶ ἀναντίρρητα, ἐπεὶ τὰ συνοικέσια παρ΄ ἡμῖν ἀλόγως οὐ χωρίζονται· ἀλλά καὶ ὁ Εφέσου ἐξετασθήσεται. πατριάρχης δὲ ἐνταῦθα οὐ γενήσεται, ὅτι ἔχομεν συνήθειαν ἐν τῇ Κωνσταντινουπόλει ὑπὸ πάσης τῆς ἐπαρχίας ἡμῶν ψηφισθῆναι καὶ ἐν τῷ καθολικῷ ἡμῶν ναῷ χειροτονηθῆναι, καὶ ὁ βασιλεὺς ἡμῶν ἄλλως πως οὐ ποιήσει, εἰδὼς τὴν συνήθειαν τῆς ἐκκλησίας ἡμῶν.

[←82]

Ἀπεκρίθη ὁ πάπας ἡμῖν.

[←83]

Ἐγώ τὸ συμφέρον τὸ ὑμέτερον φροντίζων βούλομαι γενέσθαι πατριάρχην ὧδε, οὔτε συγγενήν μου, οὔτε φίλον μου, ἀλλ΄ ὅν ἄν ἐκλέξησθε ὑμεῖς· ἐγὼ δὲ ἐφοδιάσω αὐτὸν καὶ στερεώσω, ἐὰν δὲ ὑμεῖς οὐ θέλετε, ὅ ἐγώ ὤφειλον ποιῆσαι ποιῶ· ὑμεῖς δὲ ὕστερον μεταμεληθήσεσθε καί, εἰ μὴ ἐλάλησα ὑμῖν, ἁμαρτίαν οὐκ εἴχετε, τότε δὲ πρόφασιν οὐχ ἕξετε.

[←84]

Ταῦτα καὶ ἄλλ΄ ἄττα εἰπόντος τοῦ μακαριωτάτου πάπα, ἡμεῖς πρὸς ταῦτα ὁπωσδήποτε ἀπολογησάμενοι ἐξήλθομεν· καὶ ἐλθόντες ἀπηγγείλαμεν ταῦτα τῷ βασιλεῖ· ὁ δὲ ἀκούσας, οὐδ΄ ὅλως ἠνέσχετο λαληθῆναι τοιοῦτόν τι εἰς ἡμᾶς.

[←85]

Τούτων οὕτω γενομένων παρῆλθον ἡμέραι ἕως τῆς κυριακῆς· καὶ τῇ β΄ ἥτις ἦν κ΄ τοῦ ἰουλίου μηνός, ὑπέγραψαν τοὺς τόμους οἱ ἀρχιερεῖς οἵτινες ἐβούλοντο ἀπελθεῖν. ἦσαν οὖν οὗτοι· ὁ Ἡρακλείας, ὁ Κυζίκου, ὁ Τραπεζοῦντος, ὁ Μονεμβασίας, ὁ Νικομηδείας καὶ ὁ Δράμας· ἀλλὰ καὶ ἀπὸ τῶν κληρικῶν ἕως ἀριθμὸν ἀνθρώπων πεντήκοντα ἀπῆλθον σὺν τούτοις, ἐνδεχόμενοι καὶ ἡμᾶς. ἡμεῖς δὲ τῇ γ΄ συναχθέντες, τῇ κα΄ τοῦ ἰουλίου μηνός, ἐν τῷ ῥουχαρείῳ τοῦ βασιλέως καὶ ὑπεγράψαμεν τοὺς τόμους. ἐποιήσαμεν γὰρ πέντε λατινικῶς τε καὶ ἑλληνικῶς, καὶ ὑπέγραψαν οἱ Λατῖνοι καὶ οἱ Γραικοὶ ἀμφοτέροις τοῖς μέρεσιν, ὅπως λάβωσιν οἱ Λατῖνοι τὸ πρῶτον, καὶ οἱ Γραικοί τὸ δεύτερον, τοὺς δ΄ άλλους ἵνα στείλωσιν εἰς τοὺς πατριάρχας. οὕτως οὖν ἔλαβε τέλος πάντα τὰ τῆς ἁγίας ἑνώσεως.

error: Content is protected !!
Scroll to Top