Σημειώσεις Κεφαλαίου 12

Σημειώσεις Κεφαλαίου 12

[←1]

Συρόπουλος 12: Τμῆμα ΙΒον. Ἐν ᾧ ὅπως ἐβουλεύσατο ἡμῖν ὁ βασιλεὺς ἑνωθῆναι μετὰ τῶν καταλειφθέντων ἐνταῦθα συγκληρικῶν ἡμῶν, καὶ ὅπως ἐποίησε πατριάρχην τὸν κῦρ Μητροφάνην, καὶ ὅπως διέστημεν ἡμεῖς ἀπ΄ αὐτοῦ ἰδόντες ὅτι οὐ φροντίζει ὑπὲρ διορθώσεως τῆς Ἐκκλησίας, καὶ ὅπως ἐσπούδασεν ὁ βασιλεὺς [ἐπισκέψασθαι ἡμᾶς περί τρό]πων ἑνωτικῶν, ἡμεῖς δὲ οὐκ ἐνεδώκαμεν ἀλλ΄ ἐκαθήμεθα ἰδιάζοντες.
ἀπομνημονευμάτων ιβ.

[←2]

Συρόπουλος 12.1: Ὁ βασιλεὺς τοίνυν τῇ ἀνελπίστῳ λύπῃ κατασχεθεὶς ἀπρόϊτος ἔμενεν ἐπὶ πολλαῖς ἡμέραις, οὐδόλως φροντίζων περὶ τῶν ἐκκλησιαστικῶν· ἡμεῖς δὲ ὅσοι ἐκ τῶν ἀρχόντων τοῦ κλήρου τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας ἐτυγχάνομεν, μετὰ καὶ τῶν υφ΄ ἡμᾶς συνηγόμεθα πάλιν εἰς τὴν Μεγάλην Ἐκκλησίαν. καὶ κατὰ τὴν πρώτην τῶν νηστειῶν ἑβδομάδα παρεγινόμεθα ἐν πάσαις ταῖς ἱεραῖς αὐτῆς τελεταῖς κατὰ τὴν ἀρχαίαν τάξιν ἡμῶν. παρῆσαν δὲ καὶ οἱ ἐκ τοῦ κλήρου διαμεμενηκότες ἐνταῦθα, οἵ καὶ κατεῖχον τὴν ἐκκλησίαν καὶ ἀηδῶς ἐθεώρουν ἡμᾶς. ἐλθούσης δὲ τῆς ἑορτῆς τῆς Ὀρθοδοξίας, γνόντες ὡς, εἰ θελήσομεν λειτουργῆσαι, γενήσεται σύγχυσις, ἀπεχωρήσαμεν κατὰ τὸ σάββατον καὶ τὴν κυριακὴν ἐκείνην· εἶτα πάλιν συνηρχόμεθα κατὰ τὴν τάξιν ἥν εἴχομεν, οἱ δὲ πνευματικοὶ καὶ οἱ ἡγούμενοι καὶ ἱερεῖς πάντες ἀπεσείοντο ἡμᾶς ὡς λατινίσαντας.

[←3]

Στις 14 Φεβρουαρίου 1440, την πρώτη Κυριακή τής Σαρακοστής (Laurent 1971: 546 σημ. 1).

[←4]

Συρόπουλος 12.2: Mεταξὺ δὲ τῆς τρίτης ἑβδομάδος τῶν νηστειῶν μετεκαλέσατο ὁ βασιλεὺς ἡμᾶς τοὺς σταυροφόρους καὶ ὥρισε· τίνος χάριν ἀμελεῖτε καὶ οὐ λειτουργεῖτε, ὑμεῖς λέγω καὶ οἱ μεθ΄ ὑμᾶς, εἰς τὴν Μεγάλην Ἐκκλησίαν; οὐκ ἔστι καλὸν οὐδὲ ἀποδέχομαι ἵνα ἀμελῆτε. ἀπεκρίθημεν ἡμεῖς, ὅτι· οὐ γίνεται ἡ ἀμελεια ἀφ΄ ἡμῶν, ἀλλ΄ ἀπὸ τῶν ἀρχόντων τῶν καταλειφθέντων ἐνταῦθα· ὑποχωροῦμεν γάρ, ἀποσειομένων αὐτῶν ἡμᾶς· ἰδοὺ γὰρ τῇ κυριακῇ τῆς Ὀρθοδοξίας συνελειτούργησαν τῷ ἄρχοντι τῶν μοναστηρίων καὶ τῷ ἄρχοντι τῶν ἀντιμινσίων ὡς μὴ δεξαμένοις τὴν ἕνωσιν, ἡμᾶς δὲ οὐκ ἐδέξαντο· διὸ οὐδὲ ἐλειτουργήσαμεν. ὥρισεν οὖν ὁ βασιλεύς· καὶ τίς ἐποίησε τοῦτο; καὶ εἶπε τῷ σακελλίου· διὰ τί ἐλειτούργησαν οἱ δύο ἐκεῖνοι, οὗτοι δὲ οὐ; ἔδει γὰρ ἤ καὶ τούτους μετ΄ ἐκείνων λειτουργῆσαι ἤ μηδὲ ἐκείνους· οὐ θέλω δὲ ἀπὸ τοῦ νῦν γενέσθαι τοιαῦτα, ἀλλ΄ ἑνώθητε καὶ λειτουργεῖτε. εἴπομεν οὖν· καὶ πῶς λειτουργήσομεν ὁμοῦ, ἐπεὶ αὐτοὶ φεύγουσιν ἡμᾶς; ὥρισε δέ ὅτι· φαίνεταί μοι καλόν, ἵνα ἴδῃ ὁ μέγας χαρτοφύλαξ τινὰς ἐξ αὐτῶν τοὺς εὐκολωτέρους καὶ εὐπειθεστέρους καὶ παραινέσῃ καὶ καταστήσῃ λειτουργῆσαι μετ΄ αὐτῶν ἐν μιᾷ κυριακῇ· ἐν ἑτέρᾳ δὲ πάλιν κυριακῇ ποιήσῃ τὰ ὅμοια μετ΄ ἄλλων ὁ μέγας ἐκκλησιάρχης καὶ ἐν ἄλλῃ ἕτερος, καὶ οὕτως ἑνωθήσεσθε. ὅμως θαυμάζω εἰς αὐτοὺς ἐπί τισι θαρροῦντες ἐνίστανται· ἰδοὺ γὰρ ἐγὼ στέργω τὴν ἕνωσιν, στέργουσι δ΄ αὐτὴν καὶ οἱ ἀρχιερεῖς καὶ μέλλουσι ψηφίσειν καὶ πατριάρχην ἐκεῖνον πάντως ὅς στέργει τὴν ἕνωσιν· ὅτε τοίνυν βασιλεὺς καὶ πατριάρχης καὶ ἀρχιερεῖς στέργουσι τὴν ἕνωσιν, τί κατορθώσουσιν οἱ ἐναντιούμενοι αὐτῇ; ὅμως ὑμεῖς ἐπιμελήθητε καθὼς εἴπομεν, καὶ λειτουργεῖτε εἰς τὴν ἐκκλησίαν.

[←5]

Από τις 28 Φεβρουαρίου έως τις 6 Μαρτίου (Laurent 1971: 547 σημ. 2).

[←6]

Κατά τον Laurent 1971: 547 σημ. 3, απεικόνιση τής αντίστασης που οργανώθηκε από μέλη τού κλήρου τής Αγίας Σοφίας που δεν ήσαν στη σύνοδο, σύμφωνα με επιστολή τού πάπα Ευγένιου Δ΄ τής 25ης Αυγούστου 1440.

[←7]

Σακελλίου: Ανώτερος αξιωματούχος τής πατριαρχικής αυλής, ο πέμπτος από τούς πρώτους πενήντα. βλέπε σημ. 5 κεφ. στ΄. Κατά τον Laurent 1971: 547 σημ. 4, η συμβουλή που τού απευθύνει ο αυτοκράτορας στην παρούσα υπόθεση φαίνεται να δείχνει καλά, ότι είχε το πάνω χέρι επί τού προσωπικού τής Μεγάλης Εκκλησίας.

[←8]

Συρόπουλος 12.3: Eἴδομεν οὖν καὶ εἰσηγήθημέν τινας καὶ ἐπείσθησαν τὸ δοκεῖν· καὶ τῇ κυριακῇ τῆς Σταυροπροσκυνήσεως ἐλειτούργησεν ὁ μέγας χαρτοφύλαξ μετὰ καὶ ἑτέρων τῶν ὄντων μεθ΄ ἡμῶν ἐν τῇ συνόδῳ, καὶ οὔτε ὁ ἐφημέριος, οὔτε ἄλλος τις τῶν δοξάντων πεισθῆναι ἐλειτούργησεν, ἀλλ΄ ὑπεκρίθησαν μόνον, εἶτα ἀπατήσαντες ἔφυγον. καὶ ἐκ τούτου παρῃτήσαντο τελείως τὴν Ἐκκλησίαν καὶ ἐλειτούργουν οἱ μεθ΄ ἡμῶν. ἐποιήσαμεν δὲ καὶ τὰς ἑορτὰς τῆς μεγάλης ἑβδομάδος σὺν τοῖς μεθ΄ ἡμῶν. ἔκτοτε δὲ ὁ μέγας χαρτοφύλαξ καὶ ἐγὼ, ἐβουλόμεθα σχολάσαι ἐκ πάντων καὶ ἰδιάσαι. βλέποντες δὲ τὴν ὀλιγότητα τῶν ἐν τῇ ἐκκλησίᾳ καὶ ὅτι οὔτε ὁ πάπας ἐμνημονεύετο οὔτε ὁ ὅρος ἀνεγνώσθη ἤ ἕτερόν τι ἐκαινοτομήθη, συνηρχόμεθα καὶ ἐπεμελούμεθα τῶν ἀνηκόντων τῇ ἐκκλησίᾳ καὶ ἐλειτουργοῦμεν, ὅτε ἀπῄτουν αἱ ἑορταί, λογιζόμενοι συμφέρον εἶναι τοῦτο ποιεῖν μέχρις ἄν γένηται πατριάρχης, νομίζοντες τότε ἴσως γενήσεσθαί τινα διόρθωσιν.

[←9]

Κυριακή τῆς Σταυροπροσκυνήσεως: Η τρίτη Κυριακή τής Σαρακοστής, που το 1440 έπεφτε στις 28 Φεβρουαρίου (Laurent 1971: 549 σημ. 1).

[←10]

Ή Μεγάλη Εβδομάδα εκείνης τής χρονιάς ήταν από τις 20 έως τις 26 Μαρτίου (Laurent 1971: 549 σημ. 2).

[←11]

Συρόπουλος 12.4: Παρῆλθον ἐπὶ τοῖς τοιούτοις μῆνες ὁ φευροβάριος, ὁ μάρτιος καὶ ὁ ἀπρίλλιος· καὶ ὁ μὲν βασιλεὺς ἠμέλησε τῶν ἐκκλησιαστικῶν· οὐδὲ γὰρ εἶπε τι πλέον περὶ τούτων πρός τινα. οἱ δὲ ἐν τῇ Κωνσταντινουπόλει ἐπιπλέον ἐστηρίζοντο καὶ κατεφρόνουν τῶν ἐν τῇ συνόδῳ γεγονότων καὶ παρεσιώπων τὸ μνημόσυνον τοῦ βασιλέως, καὶ ἡμεῖς ἐδυσχεραίνομεν ὡς μὴ διαρρήξαντες ταχέως τὸν καθ΄ ἡμᾶς δεσμὸν τῆς ἑνώσεως. ὁ δὲ βασιλεὺς ἀναγκασθεὶς ἠβουλήθη ποιῆσαι πατριάρχην· καὶ πρῶτον μὲν παρήγγειλέ τισι τῶν ἀρχόντων καὶ εἶδον τὸν Ἐφέσου καὶ ἠξίωσαν καὶ ἠνάγκασαν αὐτόν, ἵνα κατανεύσῃ γενέσθαι πατριάρχης. ὡς δὲ εἶδον αὐτὸν μηδόλως παραδεχόμενον τοῦτο, ὥρισε γενέσθαι ψήφους. καὶ περὶ μὲν τοῦ Ἐφέσου οὐκ ἐποιήσαντο λόγον ὅπως παραγένοιτο ἐν τοῖς ψήφοις, ἐπεὶ εὕρισκον αὐτὸν διϊστάμενον ἐκ πάντων τῶν ἐν τῇ συνόδῳ· τὸν δὲ Ἡρακλείας ἠνάγκασαν, ἐπεὶ οὐδὲ αὐτὸς ἐβούλετο παραγενέσθαι· ἔλεγε γὰρ πρός τινας τῶν ὁμιλούντων αὐτῷ, ὅτι· τὸ γεγονὸς ἐν τῇ Φλωρεντίᾳ κακόν ἐστι καὶ ὀλέθριον καὶ φθορὰ τῆς ὀρθοδόξου πίστεως καὶ ἐγένετο βιαίως· ἐποίησα δὲ καὶ ἐγὼ κακῶς ὅτι ὑπέγραψα, ἀναγκασθεὶς δὲ ὅμως, καὶ χρὴ ἵν΄ ἐκκοπῇ αὕτη ἡ χεὶρ ἡ ὑπογράψασα. καὶ ἕτερα τοιαῦτα ἔλεγε πρὸς τοὺς φίλους αὐτοῦ· διὸ οὐδὲ εἰς τὰς ψήφους ἤθελεν ἀφικέσθαι. ὅμως δὲ ἠξίωσαν καὶ παρεκίνησαν αὐτὸν καὶ μάλιστα ὁ μέγας χαρτοφύλαξ· αὐτὸς γὰρ συνεβουλεύσατο ὅτι· μᾶλλον ἐλθὲ καὶ εἰπὲ πρὸς τὴν σύνοδον ὅσα λέγεις κελλικῶς. καὶ συναχθέντων εἰς τὸν ναὸν τῶν Ἁγίων Ἀποστόλων καὶ τῶν λοιπῶν ἀρχιερέων ἐπὶ τῷ ψηφίσαι, ἐλθὼν καὶ αὐτὸς εἶπεν αὐτοῖς. ἐγὼ οὐκ ἦλθον ἐνταῦθα χάριν τοῦ ψηφίσαι, ἀλλ΄ ἵνα εἴπω ὅ βούλομαι πρὸς ὑμᾶς. λέγω τοίνυν, ὅτι ἐγὼ εἰς τὰ γεγονότα ἐν τῇ Φλωρεντίᾳ οὔτε ἐν τῇ γνώμῃ μου συνεφώνησα ὑμῖν τοῖς στέρξασι τὴν ἕνωσιν, ὡς καὶ ὑμεῖς οἴδατε, οὔτε ἔστερξα τὸ γεγονὸς ὡς ὑγιές, οὔτ΄ ἐκ προαιρέσεως συνεθέμην· εἰ γὰρ καὶ μὴ θέλων, οὐκ οἶδα δ΄ ὅπως, ὑπέγραψα ἐν τῷ ὅρῳ, ἀλλ΄ οὖν ἡγοῦμαι τὰ ἐν αὐτῷ ἐναντία τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παραδόσεως καὶ ἀλλότρια τῆς Ἐκκλησίας ἡμῶν, καὶ ἔκτοτε τοῖς τοῦ συνειδότος βαλλόμενος κέντροις ἠνιώμην καὶ ὡς ὑπὸ μεγίστου φορτίου πιεζόμενος ἐδυσχέραινον καὶ ἐζήτουν πῶς ἄν ἀποσεισαίμην αὐτό. νῦν οὖν εὐχαριστῶ τῷ Θεῷ ὅτι ἠξίωσέ με ἰδεῖν ὑμᾶς συνηγμένους καὶ εἰπεῖν ἅπερ ἐβουλόμην καὶ ἐνώπιον ὑμῶν τὸ ἄχθος ἀποτινάξασθαι. ἤδη τοιγαροῦν λέγω, ὅτι ἀποβάλλομαι καὶ ἀποστέργῳ, μᾶλλον δὲ οὐδὲ ἔστερξα τὴν ἕνωσιν καὶ τὸν ὅρον καὶ τὰ ἐν αὐτῷ ὡς ἀσύμφωνα καὶ ἀπᾴδοντα τῇ ἀρχαίᾳ παραδόσει τῆς ἁγίας καθολικῆς Ἐκκλησίας ἡμῶν ἀποστρέφομαι· παρέχω δὲ ἐμαυτὸν τῇ Ἐκκλησίᾳ ὑπεύθυνον ὡς ὑπογράψαντα οὗ οὐκ ἐξῆν. καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐσιώπησεν.

[←12]

Δήλωση πανομοιότυπη με εκείνη που βάζει ο Δούκας (εκδ. Grecu, σελ. 271) στα χείλη όλων των μετανοημένων επισκόπων, αλλά κυρίως, όπως εδώ, σε εκείνα τού Αντωνίου Ηρακλείας:
«Τέτοια και άλλα πιο αισχρά και βρώμικα λόγια έλεγαν. Μάλιστα ποιοι; Εκείνοι που υπέγραψαν την απόφαση, ο Ηρακλείας Αντώνιος και όλοι οι άλλοι. Κι όταν κάποιος τούς ρωτούσε “Τότε γιατί υπογράψατε;” έλεγαν “επειδή φοβηθήκαμε τούς Φράγκους”. Κι όταν πάλι τούς ρωτούσαν: “Βασάνισαν οι Φράγκοι κανέναν; Τον μαστίγωσαν; Τον έβαλαν στη φυλακή;” έλεγαν “όχι”. “Τότε γιατί;” “Αυτό το δεξί χέρι υπέγραψε”, έλεγαν, “πρέπει να κοπεί. Η γλώσσα συμφώνησε. Πρέπει να ξερριζωθεί”»
(ταῦτα καὶ ἄλλα αἰσχρότερα καὶ ῥερυπασμένα λόγια, καὶ ταῦτα τίνες; οἱ ὑπογράψαντες ἐν τῷ ὅρῳ, ὁ Ἡρακλείας Ἀντώνιος καὶ οἱ πάντες. εἰ γὰρ τις πρὸς αὐτοὺς ἤρετο “καί διὰ τι ὑπεγράφετε;” ἔλεγον “φοβούμενοι τοὺς Φράγκους”. καὶ πάλιν ἐρωτῶντες αὐτοὺς εἰ ἐβασάνισαν οἱ Φράγκοι τινά, εἰ ἐμαστίγωσαν, εἰ εἰς φυλακήν ἔβαλον, οὐχί. ἀλλὰ πῶς; “ἡ δεξιά αὕτη ὑπέγραψεν” ἔλεγον “κοπήτω· ἡ γλῶττα ὡμολόγησεν, ἐκριζούσθω”.).

[←13]

Συρόπουλος 12.5: [5] Ἤρξαντο δὲ οἱ ἀρχιερεῖς ἐκλέγεσθαι καὶ ψηφίζειν πρόσωπα, καὶ πρὸ πάντων ἠθέλησαν θεῖναι εἰς τὰς ψήφους τὸν Ἡρακλείας· ὁ δὲ οὐκ ἠθέλησε. πάντες δὲ ἔλεγον· καλόν ἐστιν ἵνα τεθῇ, καὶ τεθήτω. ὁ δὲ ἔλεγεν· ἄφετέ με παρακαλῶ, ὅτι οὐ γενήσομαι· ὑμεῖς γὰρ στέργετε τὴν ἕνωσιν, ἐγὼ δὲ οὐ στέργω αὐτήν. πῶς οὖν ἔνεστι γενέσθαι με πατριάρχην, ἐπεὶ οὐ στέργω τὴν ἕνωσιν; ὡς οὖν πολλάκις ἀξιώσαντες τὰ αὐτὰ ἤκουσαν παρ΄ αὐτοῦ, εἶπεν ὁ Νικαίας καὶ ὁ Μιτυλήνης· ἐπειδὴ ἠξιώσαμεν αὐτὸν καὶ οὐ θέλει, ἀλλ΄ οὐδὲ τὴν ἕνωσιν στέργει, περισσόν ἐστιν ἵνα ἀναγκάζωμεν αὐτόν. ἔλθωμεν πρὸς ἐκλογὴν ἑτέρων προσώπων. καὶ ἐξελέξαντο τὸν Τραπεζοῦντος, τὸν Κυζίκου καὶ τὸν προηγούμενον τοῦ Βατοπεδίου τὸν ἱερομόναχον κῦρ Γεννάδιον. ἐδέξατο οὖν ὁ βασιλεὺς τὰς ψήφους καὶ οὐκ ἀπεδέξατο ὅτι οὐ τεθείκασι τὸν Ἡρακλείας· καὶ ἀνέφερον αὐτῷ ὅτι ἀπ΄ ἐκείνου ἀπέμεινε, καὶ εἶπον ὅσα ἤκουσαν καὶ εἶπον. Ὁ δὲ βασιλεὺς εἴρηκεν, <ὅτι>· οὐκ ἔδει κωλυθῆναι αὐτοῖς τοῖς λόγοις ἐκείνου, ἀλλ΄ ἔδει ἵνα θῶσιν αὐτὸν εἰς τὰς ψήφους καὶ ἔμελλεν αὐτὸς φροντίσειν πῶς ἄν γένοιτο. εἶτα σκεψάμενος περὶ τῶν ψηφισθέντων, παρῃτήσατο μὲν τὸν ἁγιορείτην, ὑπέβαλε δὲ τόν τε μέγαν πρωτοσύγκελλον καὶ κῦρ Γεώργιον τὸν Δισύπατον, ἵνα δοκιμάσωσι τὸν Τραπεζοῦντος εἰ στέργει τὴν ἕνωσιν. ἦλθον οὖν καὶ εἶπον αὐτῷ λόγους πολλοὺς ὑπὲρ τῆς ἑνώσεως, ὅπως τε ἐγένετο καλῶς καὶ ὅτι ἐστὶν ἀναγκαία, καὶ χρεία ἐστὶν ἵνα στέργηται παρὰ πάντων, καὶ ὀφείλει ἵνα στέργῃ ταύτην καὶ αὐτός, καὶ ἐζήτησαν ἀπολογίαν εἰς ταῦτα. ὁ δὲ Τραπεζοῦντος, κατὰ μέρος πρὸς τοὺς λόγους αὐτῶν ἀπολογησάμενος κεφαλαιωδῶς, εἶπεν ὅτι· οὔτε καλή μοι φαίνεται ἡ ἕνωσις αὕτη, οὔτε καλῶς γεγονέναι· διὸ οὐ δύναμαι στέργειν αὐτήν. ὡς δὲ πολλοῖς λόγοις ἐπεχείρουν καταπείθειν αὐτὸν καὶ προσετίθουν ὅτι, εἰ στέργει τὴν ἕνωσιν καὶ πληροφορήσει τὸν βασιλέα δι΄ αὐτῶν, εὐθὺς ποιήσει αὐτὸν πατριάρχην, ἀπεκρίθη, ὅτι· εἰρηνικῆς οὔσης τῆς Ἐκκλησίας καὶ πάντων ὁμονοούντων καὶ μηδεμιᾶς ζάλης αὐτὴν ταραττούσης, τότε μόλις ἄν ἐδεχόμην τὸ πατριαρχεῖον· νῦν δ΄ ἐν τοσαύτῃ συγχύσει καὶ διχονοίᾳ τῆς Ἐκκλησίας, ἀδύνατόν ἐστιν ἵνα δέξωμαι αὐτό, κἄν εἰ τὴν γεγονυῖαν ἕνωσιν ἴσως ἔστεργον, πόσῳ μᾶλλον ὅτι οὐδὲ καλή μοι δοκεῖ οὐδὲ εὐσεβὴς οὐδὲ κατὰ Θεὸν γεγενημένη αὕτη ἡ ἕνωσις οὐδὲ στέργεται παρὰ πάντων οὔτε παρ΄ ἐμοῦ. ταῦτ΄ ἀπολογοῦμαι, καὶ ποιήσατε καθὼς χρήζετε· οὐδὲ γὰρ εὑρήσετε ἄλλο τι ἀπ΄ ἐμοῦ.

[←14]

Επομένως είναι λάθος αυτό που γράφει ο Ψευδο-Φραντζής, Patrologia Graeca 156, 796, ότι μετά το τέλος τής συνόδου ο Βησσαρίων παρέμεινε στη Ρώμη, όπως είναι επίσης λάθος ότι ο αυτοκράτορας και η σύνοδος τον έκαναν πατριάρχη μετά τον θάνατο τού Ιωσήφ Β΄:
«Και τον μήνα Φεβρουάριο τού ίδιου έτους επέστρεψαν όλοι στην Κωνσταντινούπολη, εκείνοι που είχαν φύγει στην Ιταλία για τη σύνοδο, δηλαδή ο αυτοκράτορας και ο δεσπότης και οι υπόλοιποι, χωρίς τούς τρεις που είχαν αφεθεί εκεί στην Ιταλία, δηλαδή τον πατριάρχη κυρ Ιωσήφ που αποδήμησε στον Κύριο στη Φλωρεντία και τον μητροπολίτη Σάρδεων στη Φερράρα, καθώς και τον Νικαίας, που ονομαζόταν Βησσαρίων και παρέμεινε πρόεδρος στη Ρώμῃ. Αυτόν, μετά την αποδημία τού πατριάρχη από την εδώ ζωή, ο αυτοκράτορας και η σύνοδος τον εξέλεξαν πατριάρχη. Έπειτα, επειδή λόγω κάποιων συγχύσεων και σκανδάλων δεν επέστρεψε στην Κωνσταντινούπολη, αλλά παρέμεινε στη Ρώμη, ο ανώτατος ποντίφηκας τον έκανε καρδινάλιο και τού χορήγησε πολλά επιδόματα»
(Καὶ τῷ Φεβρουαρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐπανέστρεψαν πάντες εἰς Κωνσταντινούπολιν, οἱ ἐν τῇ Ἰταλίᾳ ἀπελθόντες ἕνεκεν τῆς συνόδου, ὁ βασιλεὺς λέγω καὶ ὁ δεσπότης καὶ οἱ λοιποί, ἄνευ τῶν ἐκεῖσε ἐν Ἰταλίᾳ ἐναπολειφθέντων τριῶν, τοῦ πατριάρχου κὺρ Ἰωσὴφ ἐν Φλωρεντίᾳ πρὸς Κύριον ἐκδημήσαντος καὶ τοῦ Σάρδεων μητροπολίτου ἐν Φεῤῥαρίᾳ. Καὶ ὁ Νικαίας πρόεδρος ἐν Ῥώμῃ ἐναπέμεινε τοὔνομα Βησσαρίων, ὃν μετὰ τὴν τοῦ πατριάρχου ἀπὸ τῶν ὧδε ἀποδημίαν ὁ βασιλεὺς καὶ ἡ σύνοδος αὐτὸν εἰς πατριάρχην ἐψηφίσαντο. Εἶτα ἕνεκέν τινων συγχύσεων καὶ σκανδάλων μὴ ἐλθὼν εἰς Κωνσταντινούπολιν, ἀλλ΄ εἰς Ῥώμην προσμείνας, ὁ ἄκρος ἀρχιερεὺς καρδινάλιον ἐποίησεν αὐτὸν καὶ πλεῖστα σιτηρέσια αὐτῷ ἐδωρήσατο).

Ο πραγματικός Σφραντζής, Patrologia Graeca 156, 1048B, δεν λέει τίποτε τέτοιο:
«Τον Φεβρουάριο τού ίδιου έτους, επέστρεψαν από την Ιταλία ο αυτοκράτορας μας, ο δεσπότης [Δημήτριος] και ολόκληρη η αντιπροσωπεία μας, εκτός από τον πατριάρχη και τον στενό μου φίλο, τον ευγενή μητροπολίτη Σάρδεων. Ο τελευταίος πέθανε στη Φερράρα και ο πατριάρχης αργότερα στη Φλωρεντία»
(Καὶ τὸν Φευρουάριον τοῦ αὐτοῦ ἔτους ἐπανέστρεψαν εἰς τὴν Πόλιν ἀπὸ τῆς συνόδου ὅ τε βασιλεὺς καὶ ὁ δεσπότης καὶ οἱ ἀπελθόντες πάντες ἄλλοι, τοῦ πατριάρχου καὶ μόνον καὶ τοῦ καλοῦ καγαθοῦ Σάρδεων κἀμοὶ πλεῖστα φίλων ἐκεῖσε τελευτησάντων, τούτου μὲν εἰς Φεῤῥαρίαν, τοῦ δὲ πατριάρχου ἐν Φλωρεντίᾳ ὕστερον).

[←15]

Ἱερομόναχος κῦρ Γεννάδιος: Ο Laurent 1971: 551 σημ. 4, αναρωτιέται τι πραγματικά έκανε τα μέλη τής ανατολικής συνόδου να ψηφίσουν αυτό το άτομο, για το οποίο το μόνο που γνωρίζουμε είναι ότι το 1427/30 ήταν ήδη προηγούμενος και ήταν ένας από τούς πνευματικούς πατέρες τής μονής του.

[←16]

Κατά τον Laurent 1971: 551 σημ. 5, ο αυτοκράτορας γνώριζε τον άνθρωπο και πρέπει να γνώριζε ότι ήταν εχθρικός προς την Ένωση, γιατί, λίγο αργότερα, κατά τη διάρκεια τής απομόνωσής του στο νησί τής Λήμνου (Αύγουστος 1440-Αύγουστος 1442), ο Μάρκος Ευγενικός, γράφοντας στον ηγούμενο τής μονής Βατοπαιδίου, τού σύστηνε ιδιαιτέρως τις προσευχές τού προηγουμένου Γενναδίου.

[←17]

Συρόπουλος 12.6: Ὡς οὖν ἀνήνεγκαν ταῦτα τῷ βασιλεῖ, ὥρισεν ἵνα ἴδωσι τὸν Κυζίκου καὶ ἐξετάσωσι καὶ αὐτὸν περὶ τῶν τοιούτων. ἐπράττοντο δὲ ταῦτα λάθρᾳ, ἵνα μήτ΄ ἐξ αὐτῶν τῶν ψηφισθέντων γνῷ ἅτερος ὅτι εἶδον τὸν ἕτερον, μήθ΄ οἱ ψηφίσαντες, ἤ ἕτεροί τινες εἰδῶσι τι περὶ τούτων. ἦλθον οὖν καὶ εἰς τὸν Κυζίκου, καὶ εἶπον αὐτῷ ἅ εἶπον καὶ τῷ Τραπεζοῦντος καὶ έδοκίμασαν αὐτὸν εἰ στέργει τὴν ἕνωσιν. ὁ δὲ Κυζίκου ἀπεκρίθη, ὅτι· ἐπειδὴ ἡμεῖς ἐποιήσαμεν τὴν ἕνωσιν, ὀφείλομεν ἡμεῖς πρὸ πάντων στέργειν αὐτὴν καὶ ἤδη στέργομεν. εἶτα εἶπον, ὅτι· πληροφόρησον ἡμᾶς, εἰ μέλλεις στέργειν αὐτὴν καὶ εἰς τὸ ἑξῆς. ὁ δὲ εἶπε· καὶ εἰ οὐκ ἐμέλλομεν στέργειν αὐτὴν ἀεί, περισσὸν ἄν ἦν ἵνα ποιήσωμεν ὅλως καὶ ἕνωσιν. τότε ἐπῄνεσαν αὐτὸν καὶ ηὐχαρίστησαν ὅτι ἀπεκρίθη πρακτικῶς καὶ καλῶς. εἶπον δὲ αὐτῷ, ὅτι· αὐτὰ ὅσα εἶπεν ἡ μεγάλη ἁγιωσύνη σου, πρέπει ἵνα γραφῶσι καὶ ὑπογράψῃς αὐτά. ὁ δὲ εἶπε· καὶ εἰ χρήζετε, γράψατε ταῦτα. εὐθὺς οὖν ἔγραψεν αὐτὰ ὁ μέγας πρωτοσύγκελλος, καθὼς ἤθελε, καὶ ὑπέγραψεν ὁ Κυζίκου· οἱ δὲ διεκόμισαν καὶ ἀνήνεγκαν τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς καὶ αὖθις μετὰ τὴν τοιαύτην ἐργασίαν καὶ ἀποκατάστασιν σκεψάμενος τὸ δοκεῖν προσέταξεν ἵνα γένωνται κλῆροι, καὶ ἐποίησαν δύο, ἐν μὲν τῷ ἑνὶ γράψαντες τὸ ὄνομα τοῦ Τραπεζοῦντος, ἐν θατέρῳ δὲ τὸ τοῦ Κυζίκου, ὡς δέ τινες εἶπον καὶ ἐν τοῖς δυσὶ τὸ τοῦ Κυζίκου γράψαντες ἐν μὲν τῷ ἑνὶ ὁ κῦρ Μητροφάνης, ἐν θατέρῳ δὲ ὁ Κυζίκου, καὶ βουλλώσαντες ἔθηκαν αυτοὺς ἐπὶ τῆς ἁγίας τραπέζης. ἐλειτούργησε δὲ ὁ μέγας πρωτοπαπᾶς καὶ μετὰ τὴν λειτουργίαν ἔλαβε τὸν ἕνα ἐκ τῶν κλήρων καὶ ἔδωκεν ἵνα διακομίσωσιν αὐτὸν τῷ βασιλεῖ· καὶ ἀνοιγέντος εὑρέθη τὸ ὄνομα τοῦ Κυζίκου τοῦ ὑποσχομένου στέργειν τὴν ἕνωσιν· εἶτα ἔλαβον καὶ τὸν ἕτερον βεβουλλωμένον. εὐθὺς οὖν διεμηνύσατο αὐτῷ ὁ βασιλεύς, ἴνα ἑτοιμασθῇ καὶ δέξηται τὸ μήνυμα. ἐγένοντο δὲ καὶ οἱ κλῆροι καὶ ἡ πρὸς τὸν Κυζίκου ἀπόφασις τοῦ πατριαρχείου κατὰ τὴν κυριακὴν τοῦ Τυφλοῦ. συνέδραμε δὲ καὶ τόδε. ἀφ΄ οὗ ἐγένετο πατριάρχης αὐτὸς ὁ Κυζίκου, ὅτε πρώτως ἐχειροτόνησε μητροπολίτην (ὁ Χερσῶνος δὲ οὗτος ἦν), εὑρέθη ὁ ζυγός· τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. καὶ ἐσημειώσαντο καὶ τοῦτό τινες, καθὼς ἐσημειώσαντο καὶ τὰ ἐν τῇ Φλωρεντίᾳ συμβάντα αὐτῷ τῷ Κυζίκου, ἅ ὁ λόγος φθάσας ἐδήλωσεν ἐν αρχῇ τοῦ ἑνδεκάτου ἀπομνημονεύματος.

[←18]

Αυτός ο τρόπος εκλογής πατριαρχών, με άμεση επίκληση στη θεία διαιτησία, παρέμενε εξαιρετικός, αλλά έχει χρησιμοποιηθεί περιστασιακά κατά τη διάρκεια των αιώνων. Αυτή ήταν η διαδικασία που είχε ακολουθηθεί για την εκλογή τού πατριάρχη Νικολάου Γ΄ (Αύγουστος 1084). Συνήθως ο αυτοκράτορας, στον οποίο η Εκκλησία είχε αναγνωρίσει αυτό το δικαίωμα τουλάχιστον από τον δέκατο αιώνα, επέλεγε εκείνον που ενέκρινε μεταξύ τριών υποψηφίων που τού υποβάλλονταν από τη Σύνοδο ή όριζε άλλον χωρίς αυτή τη λειτουργική ρύθμιση. Βλέπε Κωνσταντίνο Πορφυρογέννητο, Ἔκθεσις περί τῆς βασιλείου τάξεως (De Ceremoniis), II, 14, εκδ. Βόννης, σελ. 564:

«Κεφ. ιδʹ. Αυτά που πρέπει να τηρούνται για τη χειροτονία τού Πατριάρχη Κωνσταντινουπόλεως. Όταν πεθάνει ο πατριάρχης, δηλώνει ο αυτοκράτορας στους θεοφιλέστατους μητροπολίτες να ψηφιστούν τρεις, εκείνοι τούς οποίους θεωρούν αυτοί άξιους για τη θέση τού πατριάρχη. Και αφού αυτοί συγκεντρωθούν στα κατηχουμενεία τής αγιότατης μεγάλης εκκλησίας και ψηφίσουν εκείνους τούς οποίους θέλουν, τούς δηλώνουν με τη σειρά τους στον αυτοκράτορα και προστάζει ο αυτοκράτορας να μπουν αυτοί στο παλάτι. Και αφού μπουν αυτοί και σταθούν ενώπιον τού αυτοκράτορα, δίνουν γραπτώς ποιους ψήφισαν. Κι ο αυτοκράτορας συγκατατίθεται αν τον ικανοποιεί κάποιος, ενώ αν όχι, λέει: «Εγώ θέλω να γίνει ο τάδε». Αν το πρόσωπο αυτό είναι άξιο, οι μητροπολίτες συγκατατίθενται και υπακούουν, όπως προβλέπει ο νόμος, στην αυτοκρατορική εντολή και απόφαση. Γίνεται μεταστάσιμον [αλλαγή θέσης], και πηγαίνει στη Μαγναύρα όλη η σύγκλητος και όλοι οι μητροπολίτες και όλοι οι άρχοντες τής εκκλησίας, οι πρεσβύτεροι και οι υπόλοιποι ιερείς.

Και βγαίνει ο αυτοκράτορας, ντυμένος με σκαραμάγγιον [πολυτελές ύφασμα] και φορώντας το χρυσό σαγίον [κάλυμμα], στέκεται και λέει στη σύγκλητο και στους μητροπολίτες: «Η χάρη τού Θεού και η αυτοκρατορική μας εξουσία που προέρχεται από αυτήν προτείνει αυτόν τον ευσεβέστατο ως πατριάρχη Κωνσταντινουπόλεως». Γιατί είναι παρών εκεί αυτός που πρόκειται να χειροτονηθεί. Και αφού τον δεχτούν όλοι, ευχαριστούν τον αυτοκράτορα και τού λένε ό τι άλλο θέλουν να τού πουν. Τότε ο αυτοκράτορας παραδίδει (τον πατριάρχη) στον πραιπόσιτο [επιστάτη] και στους άρχοντες τού κουβουκλείου [θαλάμου] και στους σιλεντιάριους [αξιωματούχους].Εκείνος (ο πατριάρχης), υποστηριζόμενος από τον πραιπόσιτο και έναν σιλεντιάριο και συνοδευόμενος από τούς εκκλησιαστικούς, πηγαίνει στο πατριαρχείο. Ο αυτοκράτορας από την πλευρά του επιστρέφει και μπαίνει στο παλάτι.

Την επόμενη μέρα γιορτής ή Κυριακή γίνεται πρόκενσον [λιτανεία] στη Μεγάλη Εκκλησία, σύμφωνα με το έθιμο. Ο εκλεγμένος (πατριάρχης) τούς υποδέχεται με όλη την τάξη τού κλήρου. Αφού μπουν σύμφωνα με τη συνηθισμένη ιεροτελεστία και προχωρήσουν τα υπόλοιπα όπως και στις άλλες πομπές, οι θεοφιλείς μητροπολίτες ξεκινούν την ιερή χειροτονία. Οι φιλόχριστοι αυτοκράτορες ακολουθούν λίγο πιο πίσω, μέχρι να τελέσουν τη χειροτονία οι μητροπολίτες. Έπειτα μπαίνουν από το δεξί μέρος τού ιερού βήματος και τού κυκλίου στο ευκτήριο όπου βρίσκεται και η ασημένια σταύρωση και ευχαριστούν τον Θεό με τριπλή προσκύνηση με κεριά. Αφού χαιρετίσουν τον πατριάρχη, βγαίνουν έξω.

Αν είναι Μεγάλη Κυριακή ή Πεντηκοστή ή μια από εκείνες τις γιορτές που βγαίνουν οι δεσπότες για να πάνε στη Μεγάλη Εκκλησία, μπαίνουν στο μητατόριο […] και τα υπόλοιπα γίνονται όπως στις άλλες πομπές. Αν είναι άλλη γιορτή, για την οποία δεν βγαίνει ο αυτοκράτορας για να πάει στη Μεγάλη Εκκλησία ή είναι συνηθισμένη Κυριακή, ανεβαίνουν τη σπειροειδή σκάλα στο πλάι τού Ιερού Φρέατος στο δεξιό μέρος των κατηχουμενείων, προς τα ανατολικά, για να ακούσουν την ανάγνωση τού Αγίου Ευαγγελίου.»

(Κεφ. ιδʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ πατριάρχου Κωνσταντινουπόλεως. Τελευτῶντος τοῦ πατριάρχου, δηλοῖ ὁ βασιλεὺς τοῖς θεοφιλεστάτοις μητροπολίταις ψηφίσασθαι τρεῖς, οἳ καὶ αὐτοῖς δόξουσιν εἶναι ἄξιοι εἰς πατριάρχην. καὶ δὴ τούτων συναθροισθέντων ἐν τοῖς κατηχουμενίοις τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, καὶ ψηφισάμενοι οὓς ἂν βουληθῶσι, ἀντιδηλοῦσι τῷ βασιλεῖ τούτους, καὶ κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τούτους εἰς τὸ παλάτιον. καὶ δὴ τούτων εἰσελθόντων καὶ στάντων ἐνώπιον τοῦ βασιλέως, δίδουσιν ἐγγράφους οὕστινας ἐψηφίσαντο. ὁ δὲ βασιλεὺς εἰ μὲν συγκατατίθεται καὶ ἀρεσθῇ εἰς ὃν ἂν εὐδοκήσῃ· εἰ δὲ καὶ μήγε, λέγει· “ἐγὼ τὸν ὁ δεῖνα θέλω γενέσθαι.” καὶ τῶν μητροπολιτῶν ἐπὶ τούτῳ συγκαταθεμένων καὶ τῇ βασιλικῇ προστάξει καὶ κρίσει κατὰ τὸ δίκαιον ὑπεικόντων, εἰ ἄρα ἄξιος εἴη, γίνεται μεταστάσιμον, καὶ ἀπέρχεται ἐν τῇ μανναύρᾳ πᾶσα ἡ σύγκλητος καὶ οἱ μητροπολῖται πάντες καὶ πάντες οἱ τῆς ἐκκλησίας ἄρχοντες καὶ πρεσβύτεροι καὶ λοιποὶ ἱερεῖς. καὶ ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ σκαραμαγγίου, φορῶν καὶ τὸ χρυσοπερίκλειστον σαγίον, καὶ ἵσταται, καὶ λέγει πρός τε τὴν σύγκλητον καὶ τοὺς μητροπολίτας· “ἡ θεία χάρις καὶ ἡ ἐξ αὐτῆς βασιλεία ἡμῶν προβάλλεται τὸν εὐλαβέστατον τοῦτον πατριάρχην Κωνσταντινουπόλεως.” καὶ αὐτὸς γὰρ ἐκεῖσε πάρεστιν ὁ μέλλων χειροτονηθῆναι. καὶ πάντων ἀποδεξαμένων, ἐπεύχονται τὸν βασιλέα, καὶ ἄλλα, ὅσα βούλονται, λέγουσι πρὸς αὐτόν. εἶθ΄ οὕτως ὁ βασιλεὺς παραδίδωσιν αὐτὸν τῷ πραιποσίτῳ καὶ ἄρχουσι τοῖς τοῦ κουβουκλείου καὶ σιλεντιαρίοις, καὶ ὑπὸ τοῦ πραιποσίτου καὶ σιλεντιαρίου παρακρατούμενος καὶ ὑπὸ τῶν ἐκκλησιαστικῶν δηριγευόμενος, ἀπέρχεται ἐν τῷ πατριαρχείῳ. ὁ δὲ βασιλεὺς ὑποστρέφει καὶ εἰσέρχεται ἐν τῷ παλατίῳ. καὶ ἑορτῆς ἐνισταμένης ἢ κυριακῆς, γίνεται πρόκενσον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καθὼς ἡ συνήθεια ἔχει, καὶ δέχεται τούτους ὁ ὑποψήφιος μετὰ τῆς ἐκκλησιαστικῆς πάσης τάξεως. καὶ δὴ κατὰ τὸν εἰωθότα τύπον εἰσοδεύσαντες, καὶ τῶν ἑξῆς ἐπιτελεσθέντων κατὰ τὰς λοιπὰς προελεύσεις, ἀπάρχονται οἱ θεοφιλεῖς μητροπολῖται τῆς τιμίας χειροτονίας. οἱ δὲ φιλόχριστοι βασιλεῖς μικρόν τι ὀπισθοποδοῦσιν, ἕως ἂν τελεσθῇ παρὰ τῶν μητροπολιτῶν τὰ τῆς χειροτονίας, καὶ εἶθ΄ οὕτως διὰ τοῦ δεξιοῦ μέρους τοῦ βήματος καὶ τοῦ κυκλίου εἰσέρχονται ἐν τῷ εὐκτηρίῳ, ἐν ᾧ καὶ ἡ ἀργυρᾶ ἵδρυται σταύρωσις, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ θεῷ, καὶ τὸν πατριάρχην ἀποχαιρετίσαντες, ἐξελθόντες, εἰ μὲν ἔστιν μεγάλη κυριακὴ ἢ πεντηκοστὴ εἴτε ἄλλη ἑορτὴ, ἐν αἷς ἀπέρχονται οἱ δεσπόται ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσιν. εἰ δὲ ἄλλη ἑορτὴ, ἐν ᾗ οὐκ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἢ παγανὴ κυριακὴ, ἀνέρχονται διὰ τοῦ κοχλιοῦ τοῦ πρὸς τὸ μέρος τοῦ ἁγίου φρέατος ἐν τοῖς πρὸς ἀνατολὴν δεξιοῖς μέρεσιν τῶν κατηχουμενίων, ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν). Βλέπε Laurent 1971: 552 σημ. 1.

[←19]

Πρωτόπαππας: πατριαρχικός αξιωματούχος, τoυ οποίου αρμοδιότητα ήταν ουσιαστικά η τήρηση τής τάξης κατά τη διάρκεια τής πατριαρχικής λειτουργίας, την οποία μάλιστα έπρεπε να διασφαλίζει απουσιάζοντος τού προκαθημένου τής Εκκλησίας. Ο πρωτόπαππας είχε και άλλες διοικητικές αρμοδιότητες (Laurent 1971: 553 σημ. 2).

[←20]

Μετά τον ορισμό τού νέου πατριάρχη, στο Βυζάντιο ακολουθούσαν τελετή παρόμοια με εκείνη που εφαρμοζόταν στην παπική κούρτη για τον διορισμό των καρδιναλίων. Αρχικά υπήρχε ένα πρώτο ή μικρό μήνυμα, με το οποίο η σύνοδος γνωστοποιούσε στον ενδιαφερόμενο την εκλογή του. Ακολοθούσε, ύστερα από απροσδιόριστο χρόνο, γενικά σύντομο, το δεύτερο ή μεγάλο μήνυμα που αναφέρεται πιο κάτω. Ήταν το πρώτο εκείνο που στάλθηκε στον Μητροφάνη την Κυριακή τού Τυφλού (Laurent 1971: 553 σημ. 3).

[←21]

Σφραντζής, Χρονικόν, Patrologia Graeca 156, 1048:
[24.6] Καί τό ἔαρ τοῦ αὐτοῦ [μη-ου] χρόνου ἐγεγόνει καί πατριάρχης ὁ πρότερον Κυζίκου κύρ Μητροφάνης.
Ήταν η πέμπτη Κυριακή μετά το Πάσχα, η Κυριακή 1 Μαΐου. Η ημερομηνία αυτή επιβεβαιώνεται από επιστολή τού Χριστόφορου Γκαρατόνι που παρακολούθησε την εκδήλωση (Laurent 1971: 553 σημ. 4).

[←22]

Η Χερσών εδώ είναι η αρχαία Χερσόνησος τής νοτιοδυτικής Κριμαίας. Το θέμα Χερσώνος τής αυτοκρατορίας, μετά την κατάλυσή της από την 4η Σταυροφορία, υπαγόταν στην αυτοκρατορία Τραπεζούντος. Η Χερσών (αρχαία Χερσόνησος, προάστειο σήμερα τής Σεβαστούπολης τής Κριμαίας) δεν είναι η σημερινή Χερσών επί τού Δνείπερου, κοντά στις εκβολές τού ποταμού, η οποία, όπως και πολλές άλλες νέες πόλεις τής νότιας Ρωσίας (σήμερα Ουκρανίας) και τής Κριμαίας με ελληνικά ονόματα (Οδησσός, Σεβαστούπολη, Σιμφερόπολη, Μαριούπολη, Μελιτόπολη κλπ.) ιδρύθηκαν στα τέλη τού 18ου αιώνα από την τσαρίνα Αικατερίνη Β΄ μετά τούς νικηφόρους Ρωσο-Τουρκικούς πολέμους της. Κατά τον Laurent 1971: 554 σημ. 1, ο εν λόγω επίσκοπος Χερσώνος είναι άγνωστος. Ήδη από τις αρχές τού 15ου αιώνα δεν υπήρχε πια εκεί μόνιμα εγκατεστημένος επίσκοπος. Βλέπε Miklosich et F. Miller, Acta et diplomata graeca Medii Aevi, II, σ. 541, όπου λεγόταν ότι η έδρα ήταν κενή για μεγάλο χρονικό διάστημα:
«Επειδή λοιπόν και η αγιότατη μητρόπολη Χερσώνος έχει στερηθεί από καιρό τον αληθινό της προστάτη, δεν θα έπρεπε εμείς να παραβλέψουμε για πολύ την ορφάνια της…»
(ἐπεὶ οὖν καὶ ἡ ἁγιωτάτη τῆς Χερσῶνος μητρόπολις πάλαι τοῦ γνησίου ταύτης ἐστερήθη προστάτου, οὐκ ἔδει ταύτης ἐπὶ πολὺ τὴν ὀρφανίαν ἡμᾶς παριδεῖν…)

[←23]

Κατά τον Laurent 1971: 554 σημ. 2, στις ενθρονίσεις πατριαρχών συνέβαινε συχνά κάποιο φυσικό φαινόμενο (σεισμός, ξαφνικό άνοιγμα παραθύρων, ασυνήθιστος θόρυβος), το οποίο ονομάζει σημεῖον σύνηθες ο ιστορικός Παχυμέρης (Ανδρόνικος Παλαιολόγος II, 15), που είδε έξι πατριάρχες να διαδέχονται ο ένας τον άλλο στον θρόνο τής Αγίας Σοφίας:
«Συνέβη και τότε ο συνηθισμένος οιωνός. Γιατί ενώ δεν φυσούσε καθόλου, τα στρογγυλά παράθυρα πάνω από τον θρόνο τού πατριάρχη τινάζονταν βίαια. Αυτό όλοι στον κλήρο το θεωρούσαν οιωνό απομάκρυνσης πατριάρχη. Αν αυτά τινάζονταν όταν ψάλλονταν ύμνοι, εκείνος που το έβλεπε καταλάβαινε ότι ο πατριάρχης θα άφηνε το αξίωμα πριν από τον θάνατό του. Τα ίδια είχαν γίνει και στη στέψη τού Αρσένιου, τού Γερμανού, τού Ιωσήφ, τού Ιωάννη και τού Γρηγόριου»
(γίνεται δὲ καὶ τότε σημεῖον σύνηθες· νηνεμίας γὰρ οὔσης τὰς πρὸς τῷ στασειδίῳ φωταγωγοὺς μέσον ἐκ τῶν κατὰ κύκλον ἀπῃωρημένων, ἃς πᾶς τις τῶν ἐν κλήρῳ ἐπ΄ ἐκβολῇ πατριάρχου σημεῖον εἶχεν (ἅμα γὰρ ἐκεῖναι τελουμένων τῶν ὕμνων ἐσείοντο, καὶ ὁ βλέπων ἐκβολὴν κατενόει τοῦ τότε πατριαρχεύοντος· καὶ γέγονε ταῦτα ἐπ΄ Ἀρσενίῳ Γερμανῷ Ἰωσὴφ Ἰωάννῃ καὶ Γρηγορίῳ), ταύτας τότε ξυνέβαινε σείεσθαι).

[←24]

Συρόπουλος 12.7: Ὁ μὲν οὖν ὑποψήφιος ἡτοιμάζετο μετὰ σπουδῆς, ἤρξαντο δὲ πάντες προσέρχεσθαι ἀυτῷ ὡς πατριάρχῃ. προσήλθομεν δὲ καὶ ἡμεῖς ὅ τε μέγας χαρτοφύλαξ καὶ ἐγὼ καὶ εἴδομεν αὐτὸν ὁμοῦ καὶ ἐδηλώσαμεν ὅπως ἀπεδεξάμεθα τὸ γεγονὸς εἰς αὐτὸν καὶ εἴπομεν αὐτῷ, πολλὰ τε ἐπαινετικὰ καὶ παρακλητικὰ ῥήματα, ἀναμνήσαντες αὐτὸν καὶ τῆς ἐκ προγόνων καὶ γονέων φιλίας ἡμῶν, καὶ ὅτι μέλλομεν ἔχειν αὐτὸν καὶ πατριάρχην καὶ αὐθέντην καὶ πατέρα καὶ φίλον ἡμῶν, εἴπερ ἐπιμελήσεται καὶ διορθώσει τὴν Ἐκκλησίαν, καὶ τούτου γενομένου, ἐσόμεθα καὶ ἡμεῖς αὐτῷ πρόθυμοι ὑπηρέται καὶ συνεργοί· ἄνευ δὲ τούτου ὅτι ἀδύνατόν ἐστιν ἵνα ἀκολουθήσωμεν αὐτῷ. ἀπεδέξατο οὖν ὅσα εἴπομεν αὐτῷ καὶ ἐπῄνεσε καὶ τοὺς γονεῖς ἡμῶν καὶ ἡμᾶς προσωπικῶς καὶ τὸν σκοπὸν ὅν ἔχομεν περί τῆς ἐκκλησιαστικῆς διορθώσεως, περὶ ἧς εἴρηκεν, ὅτι· φροντίζω καὶ ἐγὼ καὶ προσκαλέσομαι καὶ τὸν Ἐφέσου καὶ τὸν Ἡρακλείας καὶ σκεψόμεθα ὁμοῦ, καὶ εἰ μὴ συμφωνήσομεν πάντες καὶ ἑνωθῶμεν καὶ λειτουργήσομεν ὁμοῦ, οὐδὲ ἐγὼ λειτουργήσω· καὶ πληροφορήθητε ὅτι οὐ ποιήσω ἄλλως εἰ μὴ καθὼς λέγω ὑμῖν. ηὐχαριστήσαμεν οὖν ἐπὶ τούτοις καὶ ἀπηλλάγημεν. ἀλλὰ καί τινες τῶν ἀρχιερέων εἶπον αὐτῷ περὶ τούτου καθὼς ἡμεῖς καὶ τὰ αὐτὰ ἀπεκρίθη κἀκείνοις. διὰ τοῦτο καὶ παρηκολουθοῦμεν αὐτῷ, ἐκδεχόμενοι τὴν διόρθωσιν· πλὴν οὐδέπω ἤδειμεν, ὅτι ἔδωκεν ὑπόσχεσιν πρὸς τὸν βασιλέα, ἵνα στέργῃ τὴν ἕνωσιν· ὕστερον γὰρ ἠκούσθη τοῦτο μετὰ καιρόν.

[←25]

Συρόπουλος 12.8: Ἡτοιμάσθη τοίνυν ὁ Κυζίκου καὶ ἐδέξατο τὸ μήνυμα· προσεκαλέσατο δὲ καὶ τὸν Τραπεζοῦντος καὶ τὸν Ἡρακλείας παραγενέσθαι ἐν τῷ μηνύματι, καὶ οὐκ ἦλθον. τῇ τετράδι οὖν, καθ΄ ἥν ἀποδίδοται ἡ ἑορτὴ τῆς ἀγίας τοῦ Χριστοῦ Ἀναστάσεως, ἥτις ἦν καὶ τετάρτη τοῦ μαΐου, ἦλθεν εἰς τὰ βασίλεια καὶ προεβλήθη παρὰ τοῦ βασιλέως πατριάρχης. παρῆμεν δὲ καὶ ἡμεῖς καὶ ἐν τῷ μηνύματι καὶ ἐν τῇ προβλήσει καὶ προεπέμπομεν αὐτὸν εἰς τὸ πατριαρχεῖον· παρῆν δὲ καὶ ὁ τοῦ πάπα λατινεπίσκοπος ὁ Χριστόφορος παρ΄ ὅλην τὴν ὁδὸν πλησιάζων τῷ δεξιῷ μέρει τοῦ πατριάρχου καὶ μηδόλως αὐτοῦ ἀφιστάμενος. τοῦτο δὲ καὶ πλείονα μέμψιν ἀπὸ τοῦ λαοῦ καὶ ἀποστροφὴν προὐξένει τῷ πατριάρχῃ, ὡς ἀποδεχομένῳ τὸν λατινισμόν, καὶ ἐδέχετο ὁ λαὸς τὴν εὐλογίαν τοῦ πατριάρχου λίαν ἀηδῶς, τινὲς δὲ καὶ ὑπεχώρουν ἵνα μὴ θεωρῶσι τὴν εὐλογίαν αὐτοῦ. προσθήσω δὲ καί τι μικρὸν ἀφήγημα πρὸς παράστασιν τοῦ πρὸς τὴν ὀρθοδοξίαν θερμοῦ ζήλου τοῦ εὐσεβοῦς καὶ χριστιανικωτάτου τοῦδε λαοῦ καὶ ἄλλως χάριεν.

[←26]

Την τελευταία ημέρα ή στο τέλος τού χρόνου που ήταν αφιερωμένος στη μεγάλη γιορτή. Εδώ, το 1440, ο εορτασμός τής Αναστάσεως σταματούσε την Τετάρτη 4 Μαΐου.

[←27]

Κατά τον Laurent 1971: 555 σημ. 5, εδώ ο Χριστόφορος Γκαρατόνι, που ήταν επίσης παρών σε αυτές τις τελετές, φαίνεται να βρίσκεται σε αντίθεση με τον Συρόπουλο. Ο επίσκοπος Κορώνης γράφει μάλιστα ότι ο Μητροφάνης εκλέχτηκε την ημέρα των Αγίων Αποστόλων Φιλίππου και Ιακώβου, ενώ ανυψώθηκε στον πατριαρχικό του θρόνο την ημέρα τής Αναλήψεως τού Κυρίου (electus die S. Apostolorum Philippi et Jacobi et die dominicae Ascensionis in suum patriarchatem locum assumptus est). Επομένως η ενθρόνιση θα είχε γίνει την ημέρα τής Αναλήψεως, δηλαδή στις 5 Μαΐου και όχι στις 4. Θα μπορούσε κανείς να συμφωνήσει με τον Λατίνο ιεράρχη, επειδή η διπλή τελετή τής πατριαρχικής ανάθεσης και ενθρόνισης γινόταν συνήθως σε μέρα μεγάλης γιορτής (π.χ. για τον πατριάρχη Ιωσήφ Β΄ έγινε την ημέρα τού Αγίου Κωνσταντίνου, βλέπε πιο πάνω, κεφ. β΄ παρ. 4). Όμως το επεισόδιο που αφηγείται αργότερα ο Συρόπουλος προϋποθέτει ότι αυτά συνέβησαν την παραμονή τής Αναλήψεως. Φαίνεται ότι έτσι ήταν. Ο Χριστόφορος είχε κάνει λάθος, επειδή πίστευε ότι τέτοιες τελετές γίνονταν πάντοτε σε μέρα μεγάλης γιορτής.

[←28]

Στο κείμενο ἐν τῇ προβλήσει. Πρόβλησις είναι ο προβιβασμός, η προαγωγή. Κατά τον Laurent 1971: 555 σημ. 6, η τελετή αυτή γινόταν στο αυτοκρατορικό παλάτι. Ο εκλεγμένος ιεράρχης οδηγούνταν από τον ανώτερο αξιωματούχο τής αυλής στα πόδια τού αυτοκρατορικού θρόνου. Ο αυτοκράτορας, ύστερα από τις τελετουργικές επευφημίες, τού έδινε τα ειδικά διακριτικά τού αξιώματός του, ιδαίτερα το δεκανίκιον.

[←29]

Συρόπουλος 12.9:Ἱερεύς τις ἠθέλησεν ἰδεῖν ὅπως γίνεται ἡ τοῦ πατριάρχου πρόβλησις· ὄνομα τῷ ἱερεῖ Θεοφύλακτος. ἐδανείσατο οὖν ἵππον (οὐδὲ γὰρ ἐκέκτητο) καὶ ἦλθεν εἰς τὰ βασίλεια, καὶ ἰδὼν τὴν πρόβλησιν, ἦλθε μεθ΄ ἡμῶν μέχρι καὶ τοῦ πατριαρχείου. εἶτα ὑπέστρεψεν εἰς τὸ ἴδιον οἴκημα, καὶ κατὰ τὴν ὥραν τοῦ ἑσπερινοῦ ἐσήμανεν (ἦν γὰρ ἡ ἑορτὴ τῆς Ἀναλήψεως), καὶ οὐδεὶς ἦλθεν εἰς τὸν ναὸν αὐτοῦ· ὡσαύτως καὶ εἰς τὸν ὄρθρον, καὶ οὐδεὶς ἦλθε· ἐξεδέχετο δὲ καὶ εἰς τὴν ὥραν τῆς λειτουργίας, ἵνα φέρῃ τις αὐτῷ λειτουργίαν, καὶ οὐκ ἔφερε· διὸ οὐδὲ ἐλειτούργησεν. ἀγανακτήσας προσῆλθε τοῖς εἰωθόσιν ἐκκλησιάζεσθαι ἐν τῷ ναῷ καὶ ἠρώτα τίνος χάριν οὐκ ἦλθον ἐν τῇ ἐκκλησίᾳ ἑορτῆς οὔσης; οἱ δὲ ἔλεγον αὐτῷ· διότι ἠκολούθησας καὶ σὺ τῷ πατριάρχῃ καὶ ἐλατίνισας. ἔλεγεν οὖν ὁ ἱερεύς· καὶ πῶς ἐλατίνισα; ἐγὼ ἀπῆλθον ἁπλῶς ἵνα ἴδω τὴν τάξιν μόνον ἥν οὐδέποτε εἶδον, καὶ οὔτε ἐφόρεσα οὔτε ἔψαλα οὔτε τι ἱερατικὸν ἐποίησα. πῶς οὖν ἐλατίνισα; οἱ δὲ εἶπον· ἀλλ΄ ἀνεμίχθης καὶ συνωδοιπόρεις μετὰ τῶν λατινισάντων ἔμπροσθεν τοῦ λατινόφρονος πατριάρχου καὶ ἔφθανέ σοι ἡ εὐλογία αὐτοῦ. τότε ἠγανάκτησεν, ἵνα δυσωπῇ αὐτοὺς μεθ΄ ὑποσχέσεων ἐνόρκων, ὡς οὐκέτι ἀπελεύσεται εἰς τὸν πατριάρχην ἤ εἰς τοὺς πλησιάζοντας αὐτῷ, καὶ μόγις ἠδυνήθη καταπεῖσαι αὐτοὺς συνέρχεσθαι πάλιν εἰς τὴν ἐκκλησίαν. εἰ οὖν ὥσπερ ἥδυσμά τι προσετέθη τοῦτο τῷ λόγῳ, ἀλλ΄ οὖν καὶ ἐκ τούτου ἔξεστι τοῖς βουλομένοις τεκμαίρεσθαι ὁποίαν τινὰ διάθεσιν ἔχει Θεοῦ χάριτι περὶ τὰ ὑγιῆ τῆς Ἐκκλησίας δόγματα ὁ χριστιανικώτατος ὅδε λαὸς καὶ ὅπως ἀποστρέφεται καὶ μισεῖ τὰ νόθα τε καὶ ἀλλότρια.

[←30]

Για να γίνει η λειτουργία, πρέπει οι πιστοί να φέρουν στην εκκλησία πρόσφορο, δηλαδή ζυμωτό ψωμί που συμβολίζει το σώμα τού Χριστού.

[←31]

Συρόπουλος 12.10: Ὁ δὲ πατριάρχης ἐκάθητο εἰς τὸ πατριαρχεῖον, καὶ προσηρχόμεθα καὶ ἡμεῖς αὐτῷ κατὰ τὴν τάξιν ἥν καὶ πρότερον εἴχομεν. ὅτε δὲ ἤγγιζεν ἡ ἑορτὴ τοῦ ἁγίου Πνεύματος καὶ ἡτοιμάζετο λειτουργῆσαι, ἰδόντες ἡμεῖς ὅτι οὐ φροντίζει περὶ διορθώσεως καθὼς ἔλεγεν, ἀπέστημεν ἀπ΄ αὐτοῦ. ἐλειτούργησεν οὖν κατὰ τὴν κυριακὴν τῆς Πεντηκοστῆς, καὶ οὔτε ὁ Τραπεζοῦντος, οὔτε ὁ Ἐφέσου, οὔτε ὁ Ἡρακλείας συνελειτούργησαν αὐτῷ. ἐβούλοντο δὲ καὶ ἄλλοι τινές τῶν ἀρχιερέων μὴ συλλειτουργῆσαι αὐτῷ· μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς φθάσας μετεκαλέσατο καὶ λόγοις πολλοῖς ἐδυσώπησεν αὐτοὺς καὶ ἐλειτούργησαν. κατ΄ αὐτὴν δὲ τὴν ἡμέραν ἀπέδρα καὶ ὁ Ἐφέσου καὶ ἀπῆλθεν εἰς τὴν Προῦσαν καὶ ἐξ αὐτῆς εἰς τὴν Ἔφεσον. ὁμοίως καὶ ὁ Ἡρακλείας ἐξελθὼν ἐκ τῆς Χρυσείας Πύλης, νύκτα καὶ ἡμέραν περιπατῶν, οὐκ ἔστη που ἕως οὗ ἔφθασεν εἰς τὴν Τζουρολόην. ἡμᾶς δὲ μετεκαλέσαντο εἰς τὰ βασίλεια μετὰ τὴν λειτουργίαν, ἰδόντες ὅτι οὐκ ἐλειτουργήσαμεν· ἐτύχομεν δὲ καὶ ἄμφω κατ΄ ἐκείνην τὴν ἡμέραν φαρμάκου πόσει καθαρθέντες, καὶ οὔτε ὁ μέγας χαρτοφύλαξ ᾔδει περὶ ἐμοῦ οὔτ΄ ἄν ἐγὼ περὶ ἐκείνου· ὅμως δ΄ οὖν οὕτω συμβὰν οὐκ ἀπήλθομεν. τῇ δὲ δευτέρᾳ τοῦ ἁγίου Πνεύματος ἅμα πρωῒ ἀπελθόντες, εὕρομεν ὅτι ὁ βασιλεὺς ἐξῆλθεν εἰς κυνηγέσιον, ἐνετύχομεν τῷ μεσάζοντι τῷ Καντακουζηνῷ, καὶ μαθόντες παρ΄ αὐτοῦ τὴν αἰτίαν τῆς προσκλήσεως ἡμῶν, εἴπομεν καὶ ἡμεῖς πῶς ἐκωλύθημεν ἀφικέσθαι διὰ τὴν φαρμακοποσίαν· περὶ δὲ τοῦ πράγματος εἴπομεν αὐτῷ οὕτως· ἡμεῖς ἐκληρώθημεν εἰς τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν καὶ ἐδουλεύσαμεν καὶ αὐτῇ καὶ τοῖς πατριάρχαις κατὰ τὴν ἡμετέραν δύναμιν· ἠκολουθήσαμεν δὲ καὶ εἰς τὴν Ἰταλίαν, καὶ ὅσους μὲν κινδύνους καὶ ταλαιπωρίας ὑπέστημεν, παραιτούμεθα λέγειν. ὅμως κἀκεῖσε ἐσπουδάζομεν ὅσον οἷόν τε ἦν ἡμῖν ὑπέρ τε τῆς Ἐκκλησίας ἡμῶν καὶ τῆς πατρίδος καὶ τοῦ γένους ἡμῶν, ὄντες καὶ ὑπήκοοι καὶ εὐπειθεῖς εἰς τοὺς ὁρισμοὺς τοῦ βασιλέως καὶ τοῦ πατριάρχου· ὅτε δὲ εἴδομεν τοὺς ἡμετέρους παρασαλεύοντας ἑκουσίως τὴν δόξαν τῆς Ἐκκλησίας ἡμῶν καὶ τὸ ταύτης καθαρὸν ὕψος καθαιροῦντας, ἀνθιστάμεθα καὶ οὐκ ἐνεδίδομεν οὐδὲ σύμψηφοι τοῖς προδιδοῦσι τὰ ἡμέτερα ἐγινόμεθα. διὸ καὶ ἐξεβλήθημεν παρὰ τοῦ βασιλέως ἐκ τῶν συλλόγων. μετὰ οὖν τὸ συμπερᾶναι πάντα, καθὼς ἐβούλοντο, καὶ τὸν ὅρον ἐκθεῖναι, οὐκ οἴδαμεν ὅπως, ἐπετέθη ἡμῖν ὁ Φιλανθρωπινὸς ὁρισμῷ βασιλικῷ, ἵνα ὑπογράψωμεν. καὶ ἵνα τὰ πολλὰ παραλείψωμεν, ὅσα τε εἴπομεν καὶ ἀνηνέχθησαν πρὸς τὸν βασιλέα καὶ ὅσα πάλιν ἠκούσαμεν, τοσαύτην ἐπίθεσιν εὕρομεν, ὅτι καὶ ἄκοντες ὑπεγράψαμεν. ἔκτοτε οὖν πλήττει ἀεὶ ἡμᾶς ἡ συνείδησις καὶ ἐβουλόμεθα ἰδιάσαι· παρηκολουθοῦμεν δὲ τοῖς πράγμασιν, ἐπεὶ οὔτε ὁ ὅρος ἀνεγνώσθη οὔτε ὁ πάπας ἐμνημονεύθη, ἐκδεχόμενοι γενέσθαι καὶ διόρθωσίν τινα ἐκκλησιαστικήν. νῦν δὲ μηκέτι δυνάμενοι φέρειν τοὺς τοῦ συνειδότος ἐλέγχους, παρῃτησάμεθα καὶ τὴν τάξιν ἥν εἴχομεν εἰς τὸ πατριαρχεῖον καὶ τὴν ἐκ τούτου τιμήν τε καὶ πρόοδον καὶ εἴ τι ἄλλο περιήρχετο ἡμῖν ἀλλαχόθεν, καὶ ἀργίᾳ ἑαυτοὺς ὑποβάλλομεν, ἵν΄ οὕτως ἰδιάσαντες δεώμεθα τοῦ Θεοῦ ὅπως ἐπιβλέψῃ ἵλεως ἐφ΄ ἡμᾶς καὶ συγχωρήσῃ ἡμῖν τοῦτο τὸ μέγα σφάλμα καὶ δεινὸ πτῶμα, εἰς ὅ καὶ μὴ βουλόμενοι περιεπτώκαμεν. ταῦτά εἰσι τὰ καθ΄ ἡμᾶς, ἅπερ ἀναγγελοῦμεν καὶ τῷ αὐθέντῃ ἡμῶν τῷ βασιλεῖ, ὅταν ὁρίσῃ, ὡς καὶ νῦν ἀνηγγείλαμεν τῇ σῇ ἐνδοξότητι, καὶ ἔργοις βεβαιώσομεν ταῦτα, ὡς ὁ καιρὸς μαρτυρήσει. ὁ μεσάζων δὲ ἐπαχθῶς ἤκουσε ταῦτα, καὶ παυσαμένων ἡμῶν ἔφη· μετὰ ἀληθείας πάνυ λυποῦμαι τὸ μὲν ὅτι ὑπάρχετε ἀναγκαῖοι ἄνθρωποι καὶ λόγιοι καὶ χρήσιμοι καὶ καλοί, καὶ εἰ τηρήσετε ἅπερ λέγετε ζημιωθήσεται δι΄ ὑμᾶς ἡ Ἐκκλησία καὶ ἡ πολιτεία, καὶ ἔνι βαρὺ πρᾶγμα, τὸ δὲ ὅτι μέλλετε ἐμβαλεῖν καὶ τοῖς πράγμασι σύγχυσιν καὶ βλάβην μεγάλην. καὶ ἐπλατύνθη σφόδρα εὶς τὰ περὶ τῆς συγχύσεως καὶ τῆς αδυναμίας τῆς Πόλεως καὶ ἐσπούδασε κωλῦσαι ἡμᾶς ἀπὸ τοῦ σκοποῦ οὗ προεθέμεθα· καὶ τελευταῖον προσέθηκεν, ὅτι· σκέψασθε καλῶς, προσέχετε, μήποτε ποιήσητέ τι ῥάθυμον ἤ ἀσυμβούλευτον, καὶ ὕστερον μεταμεληθῆτε. ἡμεῖς δὲ εἴπομεν· πρὸ πολλοῦ καιροῦ ἐσκεψάμεθα καλῶς καὶ οὐ μεταμελησόμεθα, ἀλλ΄ ἐσμὲν ἕτοιμοι ὑπομεῖναι καὶ δήμευσιν καὶ περιορισμὸν καὶ ἐξορίαν καὶ εἴ τι ἄλλο, ἐὰν ὁρίσῃ ὁ αὐθέντης ἡμῶν ὁ βασιλεύς. ὁ δὲ πάλιν εἶπεν ἡμῖν πολλά τινα ἐπιχειρήματα συμβουλευτικῶς πρὸς ἐμποδισμόν, καὶ οὕτως ἀπηλλάγημεν.

[←32]

Για τη Χρυσή Πύλη βλέπε σημ. 68 κεφαλαίου ια.

[←33]

Η αναφορἀ αυτἠ είναι ενδιαφέρουσα, γιατί την εποχή εκείνη η Προύσα και η Έφεσος (αλλά και το Τζούρουλον τής Ανατολικής Θράκης όπως διαβάζουμε αμέσως μετά) βρίσκονταν στα χέρια των Οθωμανών και τού εμίρη τους (ἀμηρᾶ), δηλαδή τού Μουράτ Β΄, πατέρα τού Μωάμεθ Β΄ τού Πορθητή.

[←34]

Στο κείμενο Τζουρολόη: Το τότε Τζούρουλον, η αρχαία Τυρολόη, είναι το σημερινό Τσορλού (Çorlu) τής Ανατολικής Θράκης, 32 χιλιόμετρα βορειοανατολικά τής Ραιδεστού, σήμερα Τεκιρντάγ (Tekirdağ), και 100 περίπου χιλιόμετρα δυτικά τής Κωνσταντινούπολης.

[←35]

Προφανώς η ευρεία κατανάλωση καθαρτικών φαρμάκων είχε σχέση με την προστασία από τη βουβωνική πανούκλα που θέριζε τότε, όπως διαβάζουμε στο βιβλίο.

[←36]

Συρόπουλος 12.11: Τῇ δὲ ἐπιούσῃ ἤλθομεν καὶ εἰς τὸν πατριάρχην καὶ εἴπομεν αὐτῷ· ἡμεῖς καὶ πρώην ἐξυπηρετοῦμεν εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ὅσον ἀνῆκεν ἡμῖν, καὶ μετὰ τὸ ἐπανελθεῖν ἐκ τῆς Ἰταλίας ἐπεμελούμεθα κατὰ τὸ δυνατὸν καὶ παρεβιαζόμεθα καὶ τὰς ἡμετέρας συνειδήσεις καὶ συνήγομεν καὶ τοὺς λοιποὺς καὶ ἐπληροῦμεν τὰς τελετὰς τῆς Ἐκκλησίας, ἵνα μὴ ἀργήσῃ παντελῶς· ἐξεδεχόμεθα δὲ καὶ τὴν διόρθωσιν, καθὼς ἀνεφέρομεν τῇ μεγάλῃ ἁγιωσύνῃ σου πρὸ τοῦ δέξασθαί σε τὸ μήνυμα τοῦ πατριαρχείου, καὶ ἀπεδεχόμεθα ἵνα, διορθώσεως γενομένης, εὑρισκώμεθα πάλιν καὶ ὡς ἄρχοντες τῆς Ἐκκλησίας καὶ ὡς υἱοί σου καὶ ὡς φίλοι σου καὶ διενεργῶμεν καὶ τὰ ἐκκλησιαστικὰ καὶ τὰ τῆς μεγάλης ἁγιωσύνης σου πολλῷ πλέον καὶ κρεῖττον ἤ πρότερον. νῦν δέ, ἐπεὶ οὐκ ἐγένετο διόρθωσις, οὐκέτι δυνάμεθα συλλειτουργεῖν καὶ συμπράττειν τοῖς στέργουσι τὴν ἕνωσιν. διὰ τοῦτο παρῃτησάμεθα πάντα καὶ οὔτε εἰς τὴν ἑορτὴν ἤλθομεν, οὔτε εἰς τὸ ἑξῆς ἐλευσόμεθα, ἀλλ΄ οἴκοι μενοῦμεν ἰδιάζοντες, ἵνα καὶ τοῦ Θεοῦ δεώμεθα πρὸς ἐξιλέωσιν τοῦ σφάλματος ἡμῶν καὶ μηδενὶ προσκρούωμεν μέρει. ἤδη οὖν ἤλθομεν ἵνα σε προσκυνήσωμεν καὶ ἀναφέρωμεν ταῦτα καὶ ὑποχωρήσωμεν.

[←37]

Συρόπουλος 12.12: ὁ δὲ πατριάρχης βαρέως ἐδέξατο ταῦτα, καὶ εἴρηκεν, ὅτι· οὐ δοκοῦσί μοι καλὰ ἅπερ λέγετε· διὰ τί γὰρ παραιτεῖσθε τὸν κλῆρον καὶ τὴν τάξιν ὑμῶν; οὐκ ἔστι τοῦτο καλόν. καρτερήσατε, προσμείνατε εἰς τὴν τάξιν ἥν ἔχετε· ἀποβλέψατε πῶς παρακολουθήσωσι τὰ πράγματα. ἐγὼ θέλω ἵνα ἔχω ὑμᾶς πλησίον μου ὡς καλοὺς ἀνθρώπους, ὡς χρησίμους, ὡς τιμίους, καὶ πληροφοροῦμαι τὴν γνῶσιν καὶ τὴν συνείδησιν ὑμῶν καὶ τὴν πεῖραν ἥν ἔχετε εἰς τὰ πράγματα πλέον ᾗπερ τῶν ἄλλων, καὶ μεθ΄ ὑμῶν ἔχω θάρρος ἵνα πράττω ἅπερ ἀπαιτεῖ ἡ τάξις τοῦ πατριαρχείου. εἰ οὖν οὐκ ἔχω ὑμᾶς πλησίον μου, τί μέλλω πράττειν, οὐκ οἶδα. διὰ τοῦτο ζητῶ καὶ ἀξιῶ, ἵνα σκέψησθε καὶ βουλεύσησθε κρεῖττον καὶ μηδὲν ἀποστῆτε ἀφ΄ ἡμῶν. ἡμεῖς δὲ εἴπομεν, ὅτι· καλῶς ἐβουλευσάμεθα καὶ μετὰ πολυημέρου σκέψεως περιεστήσαμεν ὅπερ ἀνεφέρομεν, καὶ οὐ ποιήσομεν ἄλλως. τότε εἶπεν ὁ πατριάρχης· λοιπὸν ἔδει ἵνα εἴπητε καὶ ἐμοὶ τοῦτο ἐξ ἀρχῆς· εἰ γὰρ ᾔδειν τοῦτο, ἐκαθήμην ἄν καὶ αὐτὸς εἰς τὸ κελλίον μου. ἔφημεν δέ, ὅτι· ἡ μεγάλη ἁγιωσύνη σου οὐκ ἔμελλες ἐμποδισθῆναι δι΄ ἡμᾶς, ἀλλ΄ ὅμως ἡμεῖς ἀναφέρομέν σοι τοῦτο πρὸ τοῦ δέξασθαί σε τὸ μήνυμα. ὡμολόγησεν οὖν ὁ πατριάρχης, ὅτι· εἴπετέ μοι περὶ τούτου· πλὴν οὐκ ᾔδειν ὅτι εὐθὺς παραιτήσεσθε ὑμᾶς. νῦν δ΄ ἐγὼ οὐ παραιτοῦμαι ὑμᾶς, ἀλλὰ λέγω καὶ ζητῶ ἵνα ἔρχησθε ἐνταῦθα κατὰ τὴν τάξιν ἥν εἴχετε· εἰ δὲ οὐκ ἔρχεσθε, ἐγὼ οὐκ ἐάσω ὑμᾶς, ἀλλὰ διαμηνύσομαι καὶ προσκαλέσομαι ὑμᾶς καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, καὶ θαρρῶ ὅτι πάλιν μεθ΄ ἡμῶν ἔσεσθε. ἦν δ΄ ἑσπέρα τῆς τρίτης, ὅτε ταῦτα ἡμῖν ἔλεγε, καὶ τῇ τετράδι πρωῒ ἅμα τῷ καθίσαι ἐν τῇ συνόδῳ εἶπεν, ὅτι· ὀψὲ ἦλθον ἐνταῦθα ὁ μέγας χαρτοφύλαξ καὶ ὁ μέγας ἐκκλησιάρχης καὶ παρῃτήσαντο τὴν τάξιν αὐτῶν. διὰ τοῦτο εἰ ἔρχεταί τι ἐνταῦθα ὅπερ ἀνήκει εἰς τὴν ὑπηρεσίαν τοῦ μεγάλου χαρτοφύλακος, ὑπηρετεῖτε ὑμᾶς τοῦτο. ἀπέβλεπεν οὖν ὁ μέγας σακελλάριος, πότε ἄν τελειώσῃ ὁ πατριάρχης τὸν λόγον καὶ εὐθὺς εὐχαριστήσει καὶ δέξηται αὐτό· προέλαβε δὲ ὁ μέγας σκευοφύλαξ· οὔπω γὰρ ἐτελείωσε καλῶς τὸν λόγον ὁ πατριάρχης, καὶ εἶπεν αὐτός· εἰς τὸν ὁρισμόν σου, δέσποτά μου ἅγιε· πολλὰ τὰ ἔτη σου· ἐγὼ ὑπηρετήσω ταῦτα. ὑπέγραψεν οὖν κατὰ τὴν ἡμέραν ἐκείνην διαζύγια δύο. ἡμεῖς δ΄ ἔκτοτε ἀπέστημεν καὶ ἠργήσαμεν ἐκ πάντων· ηὐχαριστοῦμεν δὲ κατὰ τοῦτο μόνον τῷ πατριάρχῃ, ὅτι ἀπήλλαξεν ἡμᾶς λόγων καὶ ἐνστάσεων καὶ ἀπολογιῶν, ἐπεὶ οὐδόλως ἐμνήσθη ὧν πρὸς ἡμᾶς ἔλεγεν οὐδ΄ ἠξίωσεν ἡμᾶς ψιλοῦ ῥήματος.

[←38]

Όμως, όπως σημειώνει ο Laurent 1971: 561 σημ. 1, διατηρούσαν τούς τίτλους. Έτσι ο Συρόπουλος τον προσάρμοσε στο όνομά του, όταν υπέγραψε το μανιφέστο τής ανθενωτικής παράταξης με τούς Χουσίτες το 1452. Βλέπε A. Salač, Constantinople et Prague en 1452, Πράγα 1958 (βλέπε το φυλλάδιο με την αυτόγραφη υπογραφή, παρόμοια με εκείνη που εμφανίζεται στο κάτω μέρος τού διατάγματος τής Φλωρεντίας). Βλέπε επίσης Scholarios, Œuvres, III, σελ. 193. Από την άλλη πλευρά, οι άνθρωποι τής δικής του παράταξης τον πίεζαν να τον παραδώσει, γράφοντάς του, π.χ. ο Ιωάννης Ευγενικός, ο αδελφός τού Μάρκου Εφέσου (βλέπε Λάμπρος, Παλαιολόγεια και Πελοποννησιακά Ι, σελ. 191).

[←39]

Ο Μανουήλ Χρυσοκόκκης.

[←40]

Ο Θεόδωρος Ξανθόπουλος.

[←41]

Συρόπουλος 12.13: Μετ΄ ὀλίγας δὲ ἡμέρας διεμηνύθημεν ἡμεῖς οἱ δύο ὁρισμῷ βασιλικῷ καὶ ἀπήλθομεν εἰς τὰ βασίλεια· καὶ παραλαβόντες ἡμᾶς οἱ μεσάζοντες ἐν ἰδιάζοντι τόπῳ εἶπον ἡμῖν· οὐκ ἔστι καλὸν ὅπερ ποιεῖτε καὶ ἀφίστασθε τοῦ πατριάρχου καὶ παρῃτήσασθε τὴν Ἐκκλησίαν καὶ τὴν τάξιν ὑμῶν καὶ σκανδαλίζετε καὶ τοὺς ἄλλους. ὅσον πρὸς τὴν ἕνωσιν, ὑμεῖς ἐποιήσατε ταύτην, ὑμεῖς ὑπεγράψατε καὶ τὸν ὅρον καὶ ὀφείλετε στέργειν ταῦτα καὶ ὁδηγεῖν καὶ τοὺς ἄλλους καὶ προθύμους ἐργάζεσθαι πρὸς τὸ στέργειν αὐτά. εἰ δὲ λέγετε ὅτι οὐκ ἐγένετο καλῶς ἡ ἕνωσις, ἐκεῖ ἔδει λέγειν ὑμᾶς τοῦτο πρὸ τοῦ γενέσθαι αὐτὴν καὶ ἀγωνίσασθαι ὅπως ἄν καλῶς γένηται. γενομένης δὲ αὐτῆς ὡς ἐγένετο καὶ διακομισθείσης ἐνταῦθα, τί ἔχετε λέγειν ἤ ὑμεῖς ἤ ἕτεροι εἰς αὐτήν; διὰ τοῦτο πρέπει ἵνα καὶ ὑμεῖς ὡς φρόνιμοι καὶ ὡς καλοὶ ἄνθρωποι ἀποβλέψητε πρὸς τὸ συμφέρον τῆς πατρίδος, πρὸς τὴν τιμὴν τοῦ γένους, καὶ παραιτήσεσθε τὰ σκάνδαλα καὶ ὑπάρχητε εἰρηνικοὶ καὶ ἡνωμένοι μετὰ τοῦ πατριάρχου. εἶπον δὲ καὶ ἄλλους πολλοὺς λόγους πρὸς τὸν αὐτὸν σκοπὸν συντείνοντας. ἀπεκρίθημεν δὲ ἡμεῖς· οὔτε τὴν ἕνωσιν ἐποιήσαμεν ἡμεῖς, οὔτε τὸν ὅρον συνεθήκαμεν· ἐποίησαν δὲ ταῦτα ἐκεῖνοι, οἵτινες ἀπεδέχοντο τὸν λατινισμόν. καὶ ἡμεῖς ἐξεβλήθημεν κελεύσματι βασιλικῷ καὶ ὡρίσθημεν σιωπᾶν, καὶ διηγησάμεθα πῶς ἐκεῖσε παρηκολούθησεν εἰς ἡμᾶς ὅσα καὶ προείρηται. διὸ ἔφημεν· οὐδὲ ἐνεχόμεθα ἡμεῖς στέργειν τὴν ἕνωσιν, οὐδὲ ὑπὲρ τῶν γεγονότων ἀπολογεῖσθαι· διαβλέπομεν δὲ πρὸς τὸ κατὰ τὴν ψυχὴν συμφέρον ἡμῖν. καὶ τούτου χάριν ἐξελεξάμεθα τὸ ἰδιάσαι καὶ καθ΄ ἑαυτοὺς ζῆν. εἶπον δὲ οἱ μεσάζοντες· ἰδού γεγόνασι τὰ ἐκεῖ ὡς ἐγένοντο καὶ οὐδὲ ἡμεῖς λέγομεν ὅτι γεγόνασι καλῶς· πλὴν ἐπειδὴ ἀπήλθετε ἐκεῖ, ἀνάγκη ἦν ἵνα γένηταί τις συγκατάβασις καὶ οἰκονομία, δι΄ ἧς ἐχρὴν εἶναι ἡμᾶς ἡνωμένους. εἰ οὖν ἐκεῖ οὐκ ἐγένετο καλῶς, σκεψώμεθα νῦν ἡμεῖς ἐνταῦθα πῶς ἔδει γενέσθαι καὶ σπουδάσωμεν εὑρεῖν τὸν κρείττονα τρόπον, ὅν ἄν καὶ ἐκεῖνοι ἴσως ἀποδέξωνται· καὶ εἰ τοῦτον εὕροιμεν, ἐσόμεθα καὶ μετ΄ ἐκείνων εἰρηνικοὶ καὶ ἡνωμένοι. ζητοῦμεν οὖν ἵνα εἴπητε καὶ ὑμεῖς κατὰ συμβουλὴν τρόπον τινά, δι΄ οὗ δυνησόμεθα καλῶς ἑνωθῆναι. ἡμεῖς δὲ εἴπομεν, ὅτι· ἐπεὶ παρῃτησάμεθα πάντα καὶ ἰδιάσαμεν, οὐδὲ περὶ οὗ ὁρίζετε ἔχομεν εἰπεῖν· εὑρήσουσι δὲ οἵτινες φροντίζουσι περὶ τῶν τοιούτων. οἱ δὲ μεσάζοντες εἶπον· μὴ λέγετε οὕτως· οὐ γὰρ ἐστὲ οἱ τυχόντες, ἀλλ΄ ἐστὲ καλοὶ ἄρχοντες καὶ χρήσιμοι καὶ πολῖται καὶ πρακτικοὶ καὶ πρῶτοι τῆς ἐκκλησιαστικῆς τάξεως, καὶ ὑμεῖς μᾶλλον ὀφείλετε φροντίζειν περὶ τῶν τοιούτων· εἰ γὰρ καὶ παραιτεῖσθε πάντα, ἀλλ΄ οφείλετε συμβουλεύειν ὅπερ ἄν νοήσητε συμφέρον τῇ πατρίδι καὶ τῇ Ἐκκλησίᾳ. εἴπατε οὖν τί δοκεῖ ὑμῖν περὶ ὧν λέγομεν; εἴπομεν δέ· ἡμεῖς οὐ δυνάμεθα εὑρεῖν τοιοῦτον τρόπον καλὸν ἑνωτικόν· εἰ δὲ εὕροι τις καὶ ἀκούσωμεν καὶ ἡμεῖς καὶ ἀρκεσθῶμεν εἰς αὐτόν, ἐροῦμεν ὅτι καλὸς τρόπος ἐστί. τότε εἶπον οἱ μεσάζοντες· ἐπεὶ ὑμεῖς οὐ λέγετέ τι, λοιπὸν ἐροῦμεν ἡμεῖς ὅπερ νομίζομεν καλὸν καὶ ἀβλαβές. περὶ μὲν οὖν τοῦ ὅρου οὐ λέγομέν τι· κεῖται γὰρ ὡσανεὶ ἀργός. περὶ δὲ τοῦ μνημοσύνου λέγομεν· οὐ δοκεῖ ὑμῖν καλὸς τρόπος, εἰ μνημονεύεται μόνον ὁ πάπας καὶ διὰ τοῦ μνημοσύνου ὑπάρχωμεν ἠνωμένοι; λόγος ἐστὶ μόνον τὸ μνημόσυνον καὶ λέγει τοῦτον ὁ διάκονος, καὶ διὰ τοῦ λόγου τούτου ἐσμὲν καὶ ἡνωμένοι καὶ οὐδὲ παρασαλεύομέν τι τῶν δογμάτων ἤ μεταποιοῦμέν τι τῶν ἐθίμων ἡμῶν. ἀπεκρίθημεν ἡμεῖς· πολύς ἐστιν ὁ περὶ τοῦ μνημοσύνου λόγος· ἐκεῖνοι γὰρ μνημονεύονται ἐπ΄ Ἐκκλησίαις, ὅσοι εἰσὶν ὁμόδοξοι καὶ κοινωνικοὶ πρὸς τὴν αὐτὴν Ἐκκλησίαν· οἱ δὲ ἀκοινώνητοι οὐδὲ μνημονεύονται οὐδὲ ἔχει ἄδειάν τις τῶν ἱερωμένων εὔχεσθαι ἐπ΄ ἐκκλησίας ὑπὲρ ἀκοινωνήτου. ὁ δὲ πάπας ἐστὶν ἀκοινώνητος. πῶς οὖν μνημονευθήσεται ὁ ἀκοινώνητος μετὰ τῶν κοινωνικῶν; τότε εἶπεν ὁ μεσάζων ὁ Νοταρᾶς, ὅτι· αὐτὸ τὸ τοῦ πάπα οὐδὲ μνημόσυνόν ἐστιν· οὐδὲ γὰρ εὔχονται ὑπὲρ ἐκείνου, λόγον δὲ λέγει μόνον ὁ διάκονος, τὸ· Εὐγενίου τοῦ μακαριωτάτου πάπα, καὶ οὔτε ἐκεῖνος εὔχεται οὔτε ἀπαιτεῖ παρ΄ ἄλλων εὐχὴν ὑπὲρ τοῦ πάπα. ἔφην δὲ ἐγώ, ὅτι· τὸ τῶν διπτύχων μεῖζόν ἐστι παντὸς μνημοσύνου· τὰ μὲν γὰρ ἄλλα ἀπαιτοῦσιν εὐχὴν παρὰ τῶν ἀκροωμένων καὶ τῶν ἔξω τοῦ βήματος· τὰ δίπτυχα δὲ οὐκ ἀπαιτοῦσιν εὐχὴν παρὰ τῶν ἐξωτερικῶν, ἀλλ΄ αὐτὸς πρῶτον ὁ πατριάρχης λέγει· «μνήσθητι Κύριε πάσης ἐπισκοπῆς ὀρθοδόξων τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς Ἀληθείας», ὥστε εὔχεται πρῶτον ὁ πατριάρχης ὑπὲρ τῶν ὀρθοτομούντων. εὐθὺς δὲ διαδεξάμενος τὸν λόγον ὁ διάκονος κηρύττει διαπρυσίως τὶνες εἰσὶν οἱ ὀρθοτομοῦντες. ἀπαριθμεῖ οὖν τὸν ἡμέτερον πατριάρχην καὶ τοὺς τῆς Ἀνατολῆς ὡς ὀρθοτομοῦντας. ὀρθοτομεῖν δέ ἐστι τὸ τέμνειν τὰ νόθα, ὥς φησιν ὁ θεῖος Χρυσόστομος. ὁ δὲ πάπας οὐ τέμνει, ἀλλ΄ εἰσάγει μᾶλλον τὰ νόθα. εἰ οὖν κηρύττοιτο τὸ ὄνομα τοῦ πάπα μετὰ τῶν τῆς Ἀνατολῆς πατριαρχῶν, ἕν ἐκ τῶν δύο ἐξ ἀνάγκης συναχθήσεται, ἤ ὅτι ὀρθοτομεῖ ὁ πάπας, καὶ οἱ Ἀνατολικοὶ οὐκ ὀρθοτομοῦσιν, ἐπεὶ διαφέρονται εἰς τὸ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος ἄρθρον, ὅπερ ἐστὶν ἕν τῶν ἄρθρων τῆς πίστεως, καὶ οὐ συμφωνοῦσι μετὰ τοῦ πάπα εἰς τὴν δόξαν ἥν δοξάζει περὶ τούτου ὁ πάπας, ἤ ὀρθοτομοῦσιν οἱ Ἀνατολικοί, καὶ ὁ πάπας οὐκ ὀρθοτομεῖ. πῶς οὖν ἐστιν εὐσεβὲς ἤ ἄλλως εὔλογον, ἐπὶ τῆς θείας μυσταγωγίας μνημονεύειν καὶ συνάπτειν καὶ ἑνοῦν τοὺς ἀντιφάσκοντας ὡς συμφωνοῦντας; τὸ δὲ μεῖζον καὶ φοβερώτερον, ὅτι καὶ ὁ δέκατος κανὼν τῶν ἁγίων Ἀποστόλων φησίν· εἴ τις ἀκοινωνήτῳ κἄν ἐν οἴκῳ συνεύξεται, καὶ οὗτος ἀφοριζέσθω. ὁ οὖν πατριάρχης οὐ συνεύχεται, ἀλλ΄ ὑπερεύχεται τοῦ πάπα. καὶ σκοπεῖτε ὅσον διαφέρει τὸ ὑπερεύχεσθαι τοῦ συνεύχεσθαι· μέγα ἐστὶ τοῦτο καὶ πάντῃ ἀλλότριον τῆς ὀρθοδόξου ἡμῶν Ἐκκλησίας. εἶπεν οὖν ὁ Νοταρᾶς· μακάριον ἄν ἦν εἰ προείδημεν ταῦτα καὶ ἠργοῦμεν παντελῶς τὰ δίπτυχα ἀπὸ τῆς λειτουργίας πρὸ τοῦ ἑτοιμασθῆναι ἡμᾶς ἀπαίρειν πρὸς τὴν Ἰταλίαν. εἶτα καὶ ἄλλα πολλὰ εἰπόντες ἡμῖν παρακινητικὰ πρὸς τὸ συνέρχεσθαι εἰς τὴν προτέραν τάξιν ἡμῶν καὶ εὑρίσκεσθαι μετὰ τοῦ πατριάρχου, τελευταῖον προσέθηκαν· ἀξιοῦμεν ἵνα σκέψησθε καὶ εὕρητε τρόπον καλόν, δι΄ οὗ ἐσόμεθα ἡνωμένοι· διαμηνυθήσεσθε γὰρ καὶ ἐλεύσεσθε πάλιν ἐνταῦθα. καὶ ἐπὶ τούτοις διελύθυμεν.

[←42]

Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, ὑπόμνημα εἰς τήν πρός Τιμόθεον ἐπιστολήν δευτέραν, ὁμιλία ε΄, Patrologia Graeca 62, 626:
«Προσπάθησε να παρουσιάσεις τον εαυτό σου αποδεκτό στον Θεό, έναν εργάτη που δεν ντρέπεται, που χειρίζεται με ακρίβεια τον λόγο τής αλήθειας. Η ξεδιαντροπιά υπάρχει παντού. Γιατί λοιπόν παίρνει στα σοβαρά τη ντροπή; Επειδή ήταν εύλογο πολλοί να ντρέπονται, τόσο για τον ίδιο τον Παύλο, που ήταν σκηνοποιός, όσο και για το κήρυγμα, αφού οι διδάσκαλοι είχαν σκοτωθεί. Γιατί ο Χριστός σταυρώθηκε, εκείνος επρόκειτο να αποκεφαλιστεί, ο Πέτρος παλουκώθηκε από κάτω, και αυτά τα έπαθαν από ανθρώπους απαίσιους και αδίστακτους. Επειδή λοιπόν εκείνοι επικρατούσαν, μη ντροπιαστείς, λέει λοιπόν, καθόλου να μη ντρέπεσαι να κάνεις εκείνα που ανήκουν στην ευσέβεια, ακόμη κι αν πρέπει να υποδουλωθείς ή να πάθεις οποιοδήποτε κακό. Και πώς γίνεται κάποιος αποδεκτός; Όντας εργάτης που δεν ντρέπεται. Ο εργάτης τίποτε δεν ντρέπεται να κάνει. Παρομοίως, ούτε ο εργάτης τού Ευαγγελίου. Γιατί πρέπει να τα υφίσταται όλα. Να χειρίζεται με ακρίβεια τον λόγο τής αλήθειας. Το είπε καλά. Γιατί πολλοί τον διαστρεβλώνουν και τον διαστρέφουν με κάθε τρόπο, και τού γίνονται πολλές προσθήκες. Και δεν είπε «Να ευθυγραμμίζει», αλλά «Να χειρίζεται με ακρίβεια». Δηλαδή, κόβε τα πλαστά και τα αντίστοιχα με μεγάλη σφοδρότητα, στάσου και κόβε. Σαν από λουρί, κόβε από παντού με το μαχαίρι τού πνεύματος το περιττό και ξένο με το κήρυγμα»
(Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τόν λόγον τῆς ἀληθείας. Πανταχοῦ τὸ ἀνεπαίσχυντον. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτόν, ἄτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν διδασκάλων ἀπολλυμένων. Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔμελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστων καὶ ἰταμῶν. Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησί, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἠκόντων, κἄν δουλεῦσαι δέῃ, κἄν ὁτιοῦν παθεῖν. Πῶς δὲ γίνεταί τις δόκιμος; Ἐργάτης ὤν ἀνεπαίσχυντος. Ὁ ἐργάτης οὐδὲν αἰσχύνεται πράττειν· οὕτως οὐδὲ ὁ τοῦ Εὐαγγελίου ἐργάτης· πάντα γὰρ ὑφίστασθαι δεῖ. Ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Καλῶς τοῦτο εἶπε· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καί παρέλκουσι· πολλά ἔχει τὰ ἐπιφυόμενα. Καὶ οὐκ εἶπεν, Ἀπευθύνοντα, ἀλλ΄, Ὀρθοτομοῦντα· τουτέστι, Τέμνε τά νόθα, καὶ τὰ τοιαῦτα μετὰ πολλῆς τῆς σφοδρότητος έφίστασο καὶ ἔκκοπτε· καθάπερ ἐπὶ ἰμάντος τῇ μαχαίρᾳ τοῦ πνεύματος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγματος ἔκτεμνε).

[←43]

Κανών Ι΄ των Αγίων Αποστόλων: Εἴ τις ἀκοινωνήτῳ κἄν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω.

[←44]

Συρόπουλος 12.14: Ἡμέραι παρῆλθον ἐπέκεινα τῶν δέκα, καὶ διαμηνυθέντες αὖθις ὁρισμῷ βασιλικῷ, παρεγενόμεθα εἰς τὰ βασίλεια, καὶ παραλαβόντες ἡμᾶς οἱ μεσάζοντες καὶ ἰδίᾳ καθίσαντες, πρῶτον μὲν ἠρώτησαν, εἰ εὕρομεν καλόν τινα τρόπον πρὸς τὴν ἕνωσιν. καὶ ἀκούσαντες ὅτι οὐχ εὕρομεν, εἶπον πολλοὺς λόγους συμβουλευτικοὺς καὶ θελκτικοὺς πρὸς τὸ στέρξαι τὴν ἕνωσιν. καὶ περὶ τοῦ μνημοσύνου εἶπον, ὅτι· καλόν ἐστι καὶ οὐκ ἐπιβλαβές, ὡς ὑμεῖς λέγετε· ἐσκεψάμεθα γὰρ καὶ ἡμεῖς περὶ τούτου καὶ εὑρίσκομεν ὅτι οὐ βλάπτει ἡμᾶς οὐδὲ τὸ τυχόν. ὡς δὲ εὗρον ἡμᾶς μηδόλως ἐνδιδόντας πρὸς τὸ αυτῶν θέλημα, ἀλλὰ καὶ ἐναντιουμένους μάλιστα, ἐσκληρύνθησαν πρὸς ἡμᾶς εἰπόντες καὶ τραχυτέρους λόγους, ὠνείδισάν τε ἡμᾶς περὶ τῆς ὑπογραφῆς τοῦ ὅρου, καὶ πλέον ὁ Καντακουζηνὸς ἐμυκτήριζε καὶ ἔσκωψεν ἡμᾶς. ἀπεκρίθημεν δὲ ἡμεῖς· οἶδεν ὁ Θεὸς ὅπως ταῦτα καὶ παρὰ τίνων ἐγένοντο καὶ τίνες ἦσαν οἱ συνεργοὶ τῆς ἐπιβλαβοῦς ταύτης ἑνώσεως, καὶ τίνες ἀπεσείοντο ταύτην, ἀντιπράξαι δὲ οὐκ ἴσχυσαν, καὶ ἀποδώσει τὰ κατ΄ ἀξίαν τοῖς πράξασι καὶ πρώτοις ἡμῖν εἴπερ ἐσμὲν αἴτιοι. ὅμως δὲ λέγομεν ὅτι ἐποιήσαμεν κακῶς καὶ παρέχομεν ἑαυτοὺς ὑπευθύνους καὶ εἰς δήμευσιν καὶ εἰς περιορισμὸν καὶ εἰς ἐξορίαν καὶ εἰς ὅ τι ἄν ὁρίσῃ ὁ βασιλεὺς ὡς αὐθέντης. εἶπον δὲ ὅτι· καταλείψατε ταῦτα· οὐδὲ γὰρ ὁρίζει ὁ βασιλεὺς τοιαῦτα οἷα ὑμεῖς λέγετε, ἀλλ΄ ἀποδέχεται ἵνα ἦτε εἰρηνικοὶ καὶ ἡνωμένοι μετὰ τοῦ πατριάρχου καὶ μετ΄ ἀλλήλων· τοῦτο γάρ ἐστι καλὸν καὶ συμφέρον καὶ πρέπει ἵνα ἀποβλέψητε καὶ ὑμεῖς πρὸς αὐτό. ὡς δὲ οὐχ εὗρον ἀφ΄ ἡμῶν τινα συγκατάβασιν, ἀφῆκαν ἡμᾶς καὶ ἀπήλθομεν εἰς τὰ ἴδια. καθήμεθα δὲ ἔκτοτε σχολάσαντες ἐκ πάντων καὶ ἀργίᾳ συζῶντες καὶ παρὰ τοῦ Θεοῦ διόρθωσιν τῆς Ἐκκλησίας αὐτοῦ αἰτοῦντες καὶ ἐκδεχόμενοι.

[←45]

Συρόπουλος 12.15: Ἐγὼ δὲ κατὰ τὴν τῶν φίλων ἀξίωσιν τά τε πρὸ τῆς συνόδου καὶ τὰ ἐν αὐτῇ τῇ συνόδῳ ἐν Ἰταλίᾳ γεγονότα, ὡς ἐνῆν μοι, διηγησάμενος καὶ ὀλίγα τινὰ τῶν μετὰ τὴν ἐπάνοδον εἰπών, ἤδη πέρας ἐπιτίθημι τῷ συντάγματι, χάριν ὁμολογῶν τῷ Θεῷ ὑπὲρ ὧν ἀληθῶς καὶ ἀρκούντως εἴρηταί μοι, ὡς ἀπομνημονεῦσαί τε καλῶς καὶ γραφῇ παραδοῦναι ταῦτά μοι δωρησαμένῳ· ὑπὲρ δὲ τῶν ἐλλιπῶς τε καὶ ἀφελῶς εἰρημένων συγγνώμην παρὰ τῶν φίλων αἰτῶν, ὡς οὐκ οἴκοθεν, ἀλλὰ παρ΄ αὐτῶν πολλάκις παρακληθεὶς καὶ τοῖς λόγοις αὐτῶν πεισθεὶς κατετόλμησα τῆς τοιαύτης συγγραφῆς. διὸ καὶ ὀφείλουσι συγγνῶναι καὶ χάριν ὧν ἐπιλέλησμαι καὶ παρέλειψα καὶ ὧν μοι ἐν τῷ παρόντι ἡμάρτηται, καὶ μάλισθ΄ ὅτι οὔτ΄ ἐν ἅπασιν ἐξῆν μοι παρεῖναι, οὐδ΄ ἐνῆν μοι πάντα τῇ μνήμῃ παρακατέχειν. τὰ δέ γε ἀναγκαιότερα ὅμως καὶ καιριώτερα ὁ λόγος οὐ παραλέλοιπεν. εἰ δὲ καί τινα διέξεισι τῶν κατ΄ ἐμαυτόν, οὐδὲν ἀπεικός· ἡ γὰρ ὕλη τῶν πράξεων καὶ τῶν λόγων ἀπῄτησε τοῦτο, ἐπειδὴ μέρη εἰσὶ καὶ αὐτὰ τῶν καθόλου πράξεων καὶ συμπεπλεγμένα πως τοῖς τε ἡγουμένοις καὶ τοῖς ἑπομένοις. ἐν δὲ τοῖς τοιούτοις τὸ προηγούμενον ἐφέλκεται τὸ ἑπόμενον, κἀκεῖνο αὖθις τὸ μετ΄ αὐτό, καὶ ὁ μέρος ἐκ τούτων παραλιπὼν τὴν καθόλου πραγματείαν λυμαίνεται. ἐχρὴν μὲν οὖν καὶ τὰ ἐφεξῆς ἐνταῦθα γεγονότα πολλά τε ὄντα καὶ ἀναγκαῖα διεξελθεῖν· ἀλλ΄ ἐπειδὴ πολλοί εἰσιν οἱ ταῦτα εἰδότες, ἐπεὶ καὶ ἐνταῦθα ἐπράχθησαν, καὶ ὀλίγοι δέονται τῆς ὑπομνήσεως τούτων, εἰσὶ δὲ ὅμως οἱ καὶ πολλῷ κρεῖττον ἐμοῦ δυνάμενοι ταῦτα συγρράψασθαι, παρίημι τοῦτο τοῖς δυναμένοις.

[←46]

Συρόπουλος 12.16: Τοῦτο δὲ προσθήσω μόνον τῷ διηγήματι ὡς ἀγαθήν τινα προαναφώνησιν καὶ οἱονεὶ κορωνίδα τοῦ λόγου. ἐλπίζω εἰς τὰ φιλάνθρωπα σπλάγχνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τῷ τιμίῳ αὐτοῦ αἵματι συστησαμένου τὴν ἰδίαν Ἐκκλησίαν ἄσπιλον καὶ ἀκηλίδωτον καὶ διατηροῦντος αὐτὴν μέχρι τοῦ νῦν καθαρὰν καὶ ἀνωτέραν πάσης τῆς κατὰ καιροὺς ἀναρριπισθείσης λύμης, πέπεισμαι ὡς οὐ περιόψεται ὁ πανοικτίρμων καὶ εὔσπλαγχνος τὴν Ἐκκλησίαν αὐτοῦ κλυδωνιζομένην καὶ κινδυνεύουσαν, ἀλλὰ διορθώσει ταύτην καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν στηρίξει καὶ βεβαιώσει κρεῖττον ἤ πρότερον. ἔτι θαρρῶ ὅτι οὐδὲ τοὺς ὑπὲρ αὐτῆς ἀληθῶς καὶ ἐξ ὅλης ψυχῆς ἀγωνιζομένους ἐάσει ποτὲ καταδικασθῆναι καὶ εἰς πειρασμὸν ἐμπεσεῖν ἤ παθεῖν τι κακωτικόν, ἐν ὅσῳ ὑπὲρ αὐτοῦ καλῶς ἀγωνίζονται καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ συνιστῶσι διδασκαλίαν. καὶ ταῦτα πληροφοροῦμαι ἐξ ὧν καὶ πρότερον μὲν πολλὰ κωλύματα ἐπἡγαγεν ὁ Θεὸς πρὸς τὸ μὴ γενέσθαι τὴν σύνοδον, εἴπερ ἤθελον προσέχειν τούτοις καὶ οἱ ἡμέτεροι· καὶ μετὰ τὸ γενέσθαι δὲ ταύτην περιέκοπτεν ὁ Θεὸς καὶ ἀφῄρει τὰ συντείνοντα πρὸς τὴν τῆς ἑνώσεως σύστασιν.

[←47]

Συρόπουλος 12.17: Καὶ πρῶτον μὲν θανάτῳ παρέδωκεν ἐν Ἰταλίᾳ τὸν πατριάρχην κῦρ Ἰωσήφ, στέρξαντα μὲν καὶ αὐτὸν καὶ ἀποφηνάμενον γενέσθαι τὴν ἕνωσιν, μετ΄ ὀλίγον δ΄ ἀναρπασθέντα καὶ μήπω φθάσαντα ὑπογράψαι καὶ συμφορέσαι· ὅστις βαθύνους ὤν καὶ πολὺ τὸ αἰδέσιμον καὶ φοβερὸν ἔχων, εἰ περιῆν, μεγάλην ἄν κἀκεῖσε παρεῖχε σύστασιν τῇ ἑνώσει, καὶ ἐνταῦθα, εἰ ἐπανήρχετο, πάνυ ὀλίγοις ἄν ἐξεγένετο ἀποστῆναι τῆς κοινωνίας ἐκείνου. δεύτερον, ὁ θάνατος τῆς δεσποίνης, ὑφ΄ οὗ τῇ λύπῃ συσχεθεὶς ὁ βασιλεὺς ὑφῆκεν ἀνειμένως φέρεσθαι τὰ τῆς ἑνώσεως, καὶ ἐκ τούτου ταῦτα μὲν ἠλαττοῦντο, οἱ δὲ τοῦ ὀρθοδόξου καὶ πατρίου ἀντεχόμενοι δόγματος ἐβεβαιοῦντο μᾶλλον καὶ ἐστηρίζοντο. τρίτον, ἡ λαθραία ἐξέλευσις τοῦ Ἐφέσου καὶ τοῦ Ἡρακλείας· καὶ τοῦτο γὰρ δειλίαν ἐνέβαλε τῷ κρατοῦντι, μήποτε, εἰ βουληθῇ βιάσασθαί τινας πρὸς τὴν ἕνωσιν, καὶ ἕτεροι ἀποδράσωσι. τέταρτον, ἡ ἐντεῦθεν ἀποδημία τοῦ δεσπότου κῦρ Δημητρίου καὶ ἡ διένεξις, ἥν εἶχε μετὰ τοῦ βασιλέως, δι΄ ἥν καὶ μάχη ἐμελετᾶτο καὶ ἡ ἔνστασις ἥν εἶχεν ἀεὶ ὁ δεσπότης ὑπὲρ τοῦ ὀρθοδόξου καὶ πατρίου δόγματος, ἅ καὶ τὴν τοῦ βασιλέως ἀνεχαίτιζον ὁρμὴν πρὸς ἅπερ ὤφειλέ τε καὶ ἀπῃτεῖτο πράττειν εἰς σύστασιν τῆς ἑνώσεως. πέμπτον, ὅτι ἀγανακτήσας ὁ πατριάρχης, ἐπεὶ ἱκανὸς παρῆλθε καιρός, καὶ οὔτε τὸν λατινισμὸν ἠδύνατο συστῆσαι ὡς ἀπεδέχετο, οὔτ΄ ἀνατρέψαι αὐτόν, ἐξῆλθεν ἐκ τοῦ πατριαρχείου καὶ ἐκάθητο εἰς τὸ κελλίον αὐτοῦ. παρήρχετο οὖν ὴ μεγάλη τεσσαρακοστὴ καὶ ἔλεγον αὐτῷ πολλοὶ τῶν ἀρχόντων ἵνα ἀπέλθῃ εἰς τὸ πατριαρχεῖον, ὡς ἄν μὴ ἵσταται ἡ Ἐκκλησία ἀργή. ὁ δὲ ἔλεγεν· εἰ μὴ διορθώσει τὴν Ἐκκλησίαν ὁ βασιλεύς, οὐκ ἐλεύσομαι εἰς τὸ πατριαρχεῖον. ἔλεγε δὲ διόρθωσιν τῆς Ἐκκλησίας ἐκεῖνος τὴν δεφένδευσιν τοῦ λατινισμοῦ. ὡς δὲ ἔφθασεν ἡ μεγάλη ἑβδομάς, διεμηνύσατο αὐτῷ ὁ βασιλεὺς ἵνα ἀπέλθῃ εἰς τὸ πατριαρχεῖον· ὁ δὲ ἀντεμήνυσεν, ὅτι· πρῶτον διορθωσάτω ἡ ἁγία βασιλεία σου τὴν Ἐκκλησίαν, καὶ τότε ἀπελεύσομαι εἰς αὐτήν· ἄλλως δὲ οὐδαμῶς. εἶτα ἔστειλε τοὺς μεσάζοντας καὶ ἐμήνυσεν αὐτῷ μετ΄ αὐτῶν, ὅτι· ἄπελθε κατὰ τὸ παρὸν εἰς τὴν ἐκκλησίαν σου καὶ τέλεσον τὰς ἑορτάς, καὶ μετὰ τὸ Πάσχα εὐθὺς φροντίσω περὶ ἧς λέγεις διορθώσεως τῆς Ἐκκλησίας. ἦλθον οὖν οἱ μεσάζοντες καὶ εἶπον ταῦτα τῷ πατριάρχῃ· ὁ δὲ εἶπεν αὐτοῖς· πρῶτον διορθώσατε τὴν ἐκκλησίαν καὶ εὐθὺς ἀπελεύσομαι. οἱ δὲ εἶπον· νῦν ἐστι μεγάλη ἑβδομὰς καὶ πάντες σχολάζουσιν εἰς τὴν ἀκολουθίαν τῆς ἐκκλησίας. οὐκ ἐγχωρεῖ οὖν ἐν ταύταις ταῖς ἡμέραις γίνεσθαι συνόδους καὶ συζητήσεις, ἀλλ΄ ὁρίζει ὁ βασιλεὺς καὶ ὑποσχόμεθά σοι καὶ ἡμεῖς, ὅτι μετὰ τὴν κυριακὴν τοῦ Πάσχα τῇ δευτέρᾳ καὶ ταῖς ἑξῆς ἡμέραις οὐκ ἔσται ἄλλο τὸ ἔργον τοῦ βασιλέως, εἰ μὴ ἡ τῆς Ἐκκλησίας διόρθωσις. ἀξιοῦμεν οὖν, ἄπελθε εἰς τὴν ἐκκλησίαν, τέλεσον τὰς ἑορτάς, καὶ μετὰ τὴν λαμπρὰν κυριακὴν εὐθὺς ὄψει, καὶ ἀρκεσθήσῃ εἰς τὴν ἐπιμέλειαν τοῦ βασιλέως, ἥν ποιήσει ὑπὲρ διορθώσεως τῆς Ἐκκλησίας. πιεσθεὶς οὖν ἐπὶ τούτοις ὁ πατριάρχης καὶ ἀπελθὼν ἐτέλεσε τὰς ἑορτὰς καὶ ἐκηρύττετο πανταχοῦ, ὅτι· ἰδοὺ ὁ βασιλεὺς μετὰ τὸ Πάσχα πᾶσαν ἀνάγκην ἐπάξει συστῆσαι τὴν ἕνωσιν, καὶ ἀπειλαὶ καὶ φόβοι ἐπεσείοντο ἡμῖν τοῖς ἀνθισταμένοις παρὰ τῶν στεργόντων τὴν ἕνωσιν. κατ΄ αὐτὴν δὲ τὴν ἡμέραν τοῦ μεγάλου σαββάτου μικρὸν πρὸ τῆς ἑσπέρας ἀπέδρα τῆς Πόλεως κῦρ Παῦλος ὁ Ἀσὰν καὶ τὴν θυγατέρα αὐτοῦ συνεπαγόμενος, ἥν καὶ πρὸς τὸν δεσπότην κῦρ Δημήτριον ἀγαγών, εἰς γυναῖκα νόμιμον αὐτῷ συνέζευξε. ἐντεῦθεν οὖν σύγχυσις ἐγεγόνει μεγάλη, καὶ ἐπελάθοντο τῶν περὶ τὴν ἕνωσιν ὑποσχέσεων καὶ τῆς προθεσμίας. εἶτα ἐγένετο καὶ μάχη μετὰ τοῦ δεσπότου, ἥ καὶ ἐποίησεν ἐξίτηλον τὴν δεφένδευσιν τῆς ἑνώσεως. ἕκτον, ὅτι μετὰ τὴν διαλλαγὴν καὶ ἀγάπην τὴν πρὸς τὸν δεσπότην ἐπεὶ παρέδραμε πολὺς καιρὸς καὶ ὁ πατριάρχης ἀεὶ ἐζήτει τὸν βασιλέα ποιῆσαι τὴν διόρθωσιν, ὁ δὲ βασιλεὺς ἠμέλει, ἀγανακτήσας πάλιν ὁ πατριάρχης προσῆλθε καὶ ἐπετέθη λίαν τῷ βασιλεῖ καὶ ἔλεγεν· οὐκ ἀποστήσομαι τῶν βασιλείων, μέχρις ἄν λάβω ἀπόφασιν διορθώσεως. ἀπήρχετο οὖν εἰς τὴν μονὴν τοῦ Προδρόμου καὶ αὖθις προσήδρευεν εἰς τὰ βασίλεια, ὡσαύτως δὲ καὶ οἱ μετ΄ αὐτοῦ συνήρχοντο καὶ ἐπετίθεντο ἵνα συστήσωσι τὴν ἕνωσιν. τότε ὥρισεν ὁ βασιλεύς, καὶ συνήλθομεν καὶ ἡμεῖς ἐνώπιον αὐτοῦ, παρόντος καὶ τοῦ πατριάρχου. καὶ πρῶτον μὲν ἔσκωψε καὶ ὠνείδισεν ἡμᾶς, ὡς μὴ στέργοντας τὴν ἕνωσιν· εἶτα ὥρισε, ὅτι· ἐγὼ οὐδὲν ἀποδέχομαι ἵνα παρέρχωνται τὰ τῆς Ἐκκλησίας οὕτως ὡς ἔδραμον, ἀλλ΄ ἤθελον ἵνα μετὰ τὴν ἐξ Ἰταλίας ἐπάνοδον ἡμῶν ἐντὸς ὀλίγων ἡμερῶν γένηται ἡ διόρθωσις· ἐκωλύθημεν δὲ πρὸς τοῦτο ὑπό τινων συμπτωμάτων καὶ ὑπὸ τῆς μάχης. νῦν οὖν, ἐπεὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐξέλιπον τὰ κωλύματα καὶ οὐκ ἔχομέν τινα ἐμποδισμόν, θέλω ἵνα ἀπὸ τῆς σήμερον μέχρι καὶ ἡμερῶν πεντεκαίδεκα γένηται ἡ διόρθωσις τῆς Ἐκκλησίας. ἀνάγκη ἐστὶ λαβεῖν τὰ σκάνδαλα καὶ πέρας. ἡμεῖς δὲ ἀπεκρίθημεν, ὅτι· μόνοι οὐ δυνάμεθα λέγειν ἄλλο εἰ μὴ ἵστασθαι εἰς τὴν ἀρχαίαν δόξαν τῆς Ἐκκλησίας, καθὼς καὶ ἱστάμεθα θεοῦ χάριτι· εἰς ὅπερ δὲ ὁρίζει ἡ ἁγία βασιλεία σου, δέον ἐστὶν ἵνα συναχθῶσιν οἱ ἀρχιερεῖς ὅλης τῆς ἐπαρχίας, καὶ τότε ἵνα γένηται καθὼς ἄν φανῇ κοινῶς πᾶσι καλόν. ὁ δὲ βασιλεὺς ἔφη μετὰ θυμοῦ καὶ ὀργῆς· ὑμεῖς ἀεὶ χωρεῖτε εἰς ἀναβολὰς καὶ ὑπερθέσεις· διὰ τοῦτο λέγετε καὶ τοὺς ἀρχιερεῖς τῆς ἐπαρχίας. τίνες δὲ ἐλεύσονται; οὔτε ὁ Θεσσαλονίκης ἐλεύσεται, οὔτε ὁ Σερρῶν, οὔτε ὁ Ἀδριανουπόλεως, ἀλλὰ καὶ εἴπερ ἤρχοντο, ὀλίγον ἄν συνεβάλοντο εἰς τὴν παροῦσαν χρείαν· οἴδαμεν γὰρ τὴν δύναμιν τοῦ λόγου ἐκείνων. ὅμως ἐστὶ καὶ ὁ Μεσημβρίας καὶ ὁ Ἀγχιάλου, καὶ εὔκολον ἔνι ἵνα ἔλθωσιν αὐτοὶ ἐντὸς τῶν πεντεκαίδεκα ἡμερῶν. καὶ ὥρισε πρὸς τοὺς μεσάζοντας, ὅτι· εἴπατε ἵνα γράψωσιν αὐτοῖς, καὶ στείλατε καὶ στρατιώτην, ἵν΄ ἀπέλθῃ καὶ φέρῃ αὐτοὺς διασυντόμως· ἐγὼ γὰρ θέλω, ἔφη, ἵνα ἐντὸς ἡμερῶν πεντεκαίδεκα γένηται τέλος εἰς τὴν διόρθωσιν τῆς Ἐκκλησίας. ὥρισεν οὖν ταῦτα μετὰ θυμοῦ καὶ αὐστηρότητος ἵνα γένωνται σπουδαίως, καὶ πάλιν ἔσκωψε καὶ ὠνείδισε καὶ ἐξήλθομεν μετὰ βάρους. ἀλλὰ πρὸ τοῦ φθάσαι τὴν προθεσμίαν τῶν πεντεκαίδεκα ἡμερῶν, προέλαβεν ἡ τρίτη καὶ δεκάτη καὶ ἀνήρπασε τὸν πατριάρχην· αὐτὸς γὰρ μετὰ τὸ ὑποστρέψαι ἐκ τῶν βασιλείων εἰς τὸ πατριαρχεῖον εὐθὺς περιέπεσε νοσήματι καὶ τῇ πρώτῃ τοῦ αὐγούστου τῆς ἕκτης ἰνδικτιῶνος τοῦ ϚϠναου ἔτους ἐτελεύτησε, πατριαρχήσας, κακῶς δέ, ἔτη τρία καὶ μῆνας τρεῖς. κἀντεῦθεν ἔμεινε πάλιν ἀργὴ ἡ προορισθεῖσα διόρθωσις, ἐλθόντων καὶ τῶν δηλωθέντων ἀρχιερέων. ἔβδομον, ὅτι, ἐλθόντος ἐνταῦθα τοῦ λεγάτου, τοῦ καὶ ἀνεψιοῦ τοῦ πάπα Εὐγενίου, μετὰ κατέργων πέντε καὶ εἴκοσι, ἐφέροντο καθ΄ ἡμῶν μετὰ μεγάλης ῥύμης οἱ τὴν ἕνωσιν στέργοντες καὶ ἐπέσειον ἡμῖν φόβους καὶ ἀπειλὰς πλείστας, οἰόμενοι ἐν χερσὶν ἔχειν τὴν διόρθωσιν τῆς ἑνώσεως τετελεσμένην. ἀλλὰ τὸ ζήτημα, ὅπερ ἐζήτει ὁ λεγάτος, ἵνα ἀνερχόμενος ἔφιππος εἰς τὰ βασίλεια πεζεύῃ ἔνθα καὶ ὁ βασιλεύς, καὶ ἡ πρὸς τοῦτο ἔνστασις τοῦ βασιλέως, ἀφ΄ ἧς καὶ πολὺς καιρὸς ἐπλημμέλησεν εἰς τὸ προσελθεῖν τὸν λεγάτον τῷ βασιλεῖ, ἤμβλυνε καὶ τὴν ὁρμὴν τοῦ λεγάτου καὶ τὴν προθυμίαν τῶν ἀντιποιουμένων τῆς ἑνώσεως καὶ κατέστησε καὶ τοὺς ἡμετέρους ἰσχυροτέρους πρὸς τὴν ἔνστασιν. καὶ μετὰ ταῦτα εἰς λόγους ἐλθόντες, οὐκ ἠδυνήθησαν συστῆσαι τὴν ἕνωσιν ὡς ἤλπιζον οἱ ὑπὲρ αὐτῆς σπουδάζοντες. καὶ ταῦτα μὲν εἰσι τὰ μείζονα καὶ κεφαλαιώδη κωλύματα, ἅ ἐγίνοντο ὁσάκις ἄν ἐβουλεύοντο καὶ ἐπεχείρουν συστῆσαι καὶ δεφενδεῦσαι τὴν ἕνωσιν. ἐγένοντο δὲ καὶ ἄλλα μεταξὺ τοῦδέ τε τοῦ καιροῦ καὶ ἐς ὕστερον, ἐλάττονα μὲν ὡς πρὸς τὴν φήμην, πολλὰ δὲ ἄλλως καὶ λόγου καὶ ἀριθμοῦ κρείττονα.

[←48]

Μάλιστα αυτός ο θάνατος κατέθλιψε τον αυτοκράτορα σε τέτοιο βαθμό, που και ο ίδιος ο πάπας θεωρούσε υπερβολικό τον πόνο που εκείνος ένιωθε και ο οποίος εμπόδιζε την ενεργητικότητά του. Μπροστά στην αδράνεια που έπληττε τις πιθανότητες τής Ένωσης να εδραιωθεί σταθερά, ο Ευγένιος Δ΄ δεν δίστασε να επιβάλει μέτρα εξαναγκασμού, όπως η μείωση τού μεγέθους τής κρητικής φρουράς για την προστασία τής Κωνσταντινούπολης και η ανάκληση τού εκπροσώπου του, τού Κριστόφορο Γκαρατόνι (Laurent 1971: 568 σημ. 1).

[←49]

Στις 15 Μαΐου 1440, ημέρα τής Πεντηκοστής.

[←50]

Η διαμάχη μεταξύ των δύο αδελφών ήταν αναμφισβήτητα το πιο επιζήμιο γεγονός για την υπόθεση τής Ένωσης, επειδή αφενός προκάλεσε στον Ιωάννη Η΄ πιο έντονες ανησυχίες, ενώ αφετέρου οδήγησε πολλούς αξιωματούχους να τοποθετηθούν εκ των προτέρων υπέρ τής τουρκικής κυριαρχίας (Laurent 1971: 569 σημ. 3).

[←51]

Στον Δημήτριο είχε παραχωρηθεί το 1422 από τον πατέρα του, τον Μανουήλ Β΄, η κατοχή τής Λήμνου. Αργότερα, θεωρώντας ίσως ότι ήταν πολύ αναξιόπιστος για να τον αφήσει πίσω, ο αυτοκράτορας Ιωάννης Η΄ Παλαιολόγος συμπεριέλαβε τον Δημήτριο στην ακολουθία του, που συμμετείχε στη σύνοδο Φερράρας-Φλωρεντίας. Όπως διαβάσαμε, ο Δημήτριος έφυγε για την πατρίδα πριν την ολοκλήρωση τής συνόδου και την ένωση των εκκλησιών. Ως ποινή για την αναχώρησή του για την πατρίδα χωρίς τη συγκατάθεση τού αυτοκράτορα, υποχρεώθηκε να παραδώσει τη Λήμνο. Τού δόθηκαν το 1440 ως αντιστάθμισμα τα έσοδα τής Μεσημβρίας (της βουλγαρικής σήμερα Νέσεμπαρ) τού Ευξείνου Πόντου.

[←52]

Ο ζήλος τού δεσπότη Δημήτριου στην αντίθεσή του με την Ένωση τής Φλωρεντίας οφειλόταν κυρίως σε πολιτικές ανησυχίες. Η θρησκεία δεν φαίνεται να προκαλούσε σε αυτόν μεγάλα προβλήματα. Η μόνη του φιλοδοξία ήταν να αντικαταστήσει τούς αδελφούς του στον αυτοκρατορικό θρόνο. Για να επιτύχει αυτόν τον στόχο, δεν δίστασε να ξεκινήσει τον τελευταίο από τούς καταστροφικούς εμφυλίους πολέμους, οι οποίοι, υπό τούς Παλαιολόγους, είχαν τέτοια συνέπεια, που όλη η βοήθεια τής Δύσης δεν μπορούσε να σώσει την αυτοκρατορία (Laurent 1971: 569 σημ. 4).

[←53]

Κατά τον Laurent 1971: 569 σημ. 5, το κοινό που συμφωνούσε με την πολιτική τής Ένωσης, τουλάχιστον στην άρχουσα τάξη, δεν ήταν τόσο περιορισμένο, όσο πίστευε ο συγγραφέας μας, Μάλιστα δεν υπήρχε έλλειψη ανθρώπων ή μοναχών στην Αγία Σοφία την ημέρα τής Πεντηκοστής τού 1440, για να να ακούσουν την ανάγνωση τού διατάγματος τής Ένωσης και να συμμετάσχουν στην επίσημη σύναψή της. Στις 10 Ιουνίου και στις 25 Αυγούστου, ο Γκαρατόνι έστειλε στον πάπα αναφορές, καθησυχαστικές σε μεγάλο βαθμό. Άλλωστε και ο ίδιος ο Αγαλλιανός (πρβλ. Pàtrinélis, Agallianos, σελ. 97) το σημείωνε με κάποια πικρία: ἅπαντες ἐγένοντο τοῦ καιροῦ πλήν ἡμῶν, λέγω, τῶν τῆς συνάξεως.

[←54]

Τη Θεοδώρα Ασάνινα, γάμο για τον οποίο η αυτοκράτειρα-μητέρα και ο δεσπότης Κωνσταντίνος, όπως και ο Ιωάννης Η΄, δεν ήθελαν ν΄ ακούσουν τίποτε. Ο Δημήτριος όμως προχώρησε στον γάμο. Η δεύτερη σύζυγός του πέθανε λίγο μετά από αυτόν, το 1470. Το ζευγάρι απέκτησε ένα μόνο παιδί, την Ελένη, την οποία ο Μωάμεθ Β΄ θα έπαιρνε αργότερα στο χαρέμι του, αλλά η οποία πρέπει να πέθανε λίγο πριν από τον πατέρα της. Βλέπε Λάμπρος, Παλαιολόγεια και Πελοποννησιακά IV, σελ. 221-229.

[←55]

Η απόδραση έγινε κατά τον Σφραντζή, Χρονικόν, Patrologia Graeca 156, 1048C, όχι το Μεγάλο Σάββατο, όπως γράφει ο Συρόπουλος, αλλά ανήμερα τού Πάσχα, στις 16 Απριλίου 1441. Ο ιστορικός προσθέτει ότι ο πατέρας και η κόρη κατέφυγαν στη Μεσημβρία:
«Στις 16 Απριλίου τού ίδιου έτους [1441], πάλι Κυριακή τής Λαμπρής, γεννήθηκε η κόρη μου Θάμαρ. Την βάφτισε και αυτήν ο αφέντης μου, ο δεσπότης κυρ Κωνσταντίνος. Την ίδια μέρα ο Παύλος Ασάν, παίρνοντας την κόρη του Θεοδώρα Ασάνινα, έφυγε από την Πόλη, πήγε στη Μεσημβρία και την έδωσε ως νόμιμη σύζυγο στον δεσπότη κυρ Δημήτριο»
(Καὶ τῇ ις-ῃ Ἀπριλλίου τοῦ αὐτοῦ ἔτους τῇ λαμπρᾶ πάλιν κυριακῇ ἐγεννήθη μοι θυγάτηρ ἡ Θάμαρ, ἣν ἀνεδέξατο καὶ αὐτὴν ἐκ τοῦ ἁγίου βαπτίσματος ὁ αὐθέντης μου ὁ δεσπότης κὺρ Κωνσταντῖνος. Καὶ τῇ αὐτῇ ἡμέρᾳ λαβὼν τὴν αὑτοῦ θυγατέραν Ἀσανῖναν τὴν Θεοδώραν Παῦλος ὁ Ἀσάνης ἔφυγεν ἀπὸ τῆς Πόλεως καὶ ἦλθεν εἰς τὴν Μεσέμβριαν καὶ δέδωκεν αὐτὴν εἰς νόμιμον γυναῖκα τῷ δεσπότῃ κὺρ ∆ημητρίῳ).

[←56]

Το 1442 ο Δημήτριος συμμάχησε με τούς Οθωμανούς, οι οποίοι τον υποστήριξαν στρατιωτικά, πολιόρκησαν την Κωνσταντινούπολη και απαίτησαν να δοθεί στον Δημήτριο ο έλεγχος τής Σηλυβρίας (σήμερα Σιλίβρι), που βρισκόταν πιο κοντά στην πρωτεύουσα. Η προσπάθεια απέτυχε και η Σηλυβρία ανατέθηκε πρώτα στον Κωνσταντίνο Παλαιολόγο και στη συνέχεια στον Θεόδωρο Β΄ Παλαιολόγο.

[←57]

Ο λόγος αυτής τής αποχής ήταν προφανώς πολιτικός: οι έδρες όλων των επισκοπών που αναφέρονται εδώ βρίσκονταν στα χέρια των Τούρκων. Ύστερα από σύνοδο στη Δύση, η σύγκληση στην πρωτεύουσα όλων των επαρχιακών επισκόπων θα μπορούσε να κάνει τον σουλτάνο Μουράτ Β΄ να σκεφτεί ότι ο Ιωάννης Η΄, μετά την επιστροφή του, προσπαθούσε να τον καθησυχάσει. Εκείνος όμως, όντας καχύποπτος, προωθούσε παρ΄ όλα αυτά τις στρατιωτικές του προετοιμασίες (Laurent 1971: 571 σημ. 5).

[←58]

Μετά την οθωμανική προέλαση στα ευρωπαϊκά εδάφη τής αυτοκρατορίας και τη σταδιακή κατάληψη τής βαλκανικής χερσονήσου, η Θεσσαλονίκη, αποκλεισμένη από τη στεριά και χωρίς δυνατότητα εξωτερικής βοήθειας, παραδόθηκε, ύστερα από τετραετή πολιορκία, στον σουλτάνο Βαγιαζήτ Α΄ το 1387. Ο ιστορικός Δούκας, Historia Byzantina, CSHB (Βόννη, 1834), 13, 49-50, αναφέρει καταστροφή τής Θεσσαλονίκης το 1391 από τον Βαγιαζήτ, με αφορμή τη δραπέτευση τού Μανουήλ Β΄ από την οθωμανική αυλή και την ανάδειξή του σε αυτοκράτορα:
«Όταν ο αυτοκράτορας Μανουήλ έμαθε για τον θάνατο τού πατέρα του, έφυγε νύχτα και δραπέτευσε. Αφού έφτασε στην Πόλη και εκπλήρωσε τις συνήθεις υποχρεώσεις πένθους, περίμενε ανήσυχα και αναρωτιόταν τι σχεδίαζε ο τύραννος για αυτόν και την Πόλη. Ο τύραννος όμως, μαθαίνοντας για τον θάνατο τού αυτοκράτορα και την απόδραση τού Μανουήλ, ήταν έξω φρενών, στενοχωριόταν και οργιζόταν με τα στρατεύματα τού νοικοκυριού του, απαιτώντας να μάθει πώς απέδρασε ο Μανουήλ και γιατί δεν το είχε καταλάβει κανείς. Ο Βαγιαζήτ θα τον σκότωνε, αν έπεφτε στα χέρια του. Τότε έστειλε πρέσβεις στον αυτοκράτορα Μανουήλ με το μήνυμα ότι ήθελε ένας από τούς δικαστές και νομικούς του, τον οποίο εκείνοι αποκαλούν καδή, να διαμένει στην Πόλη, λέγοντας ότι δεν ήταν δίκαιο για τούς μουσουλμάνους, που έρχονταν στην Κωνσταντινούπολη για εμπορικούς σκοπούς, να εμφανίζονται σε δικαστήριο γκιαούρηδων [απίστων] για τη διευθέτηση υποθέσεων και διαφορών. Αντίθετα, έλεγε, τον μουσουλμάνο έπρεπε να τον κρίνει μουσουλμάνος, ενώ είχε κι άλλες τέτοιες άδικες και συκοφαντικές απαιτήσεις. Στο τέλος ο Βαγιαζήτ απείλησε: «Αν δεν θέλεις να κάνεις και να δώσεις όλα όσα σε διατάζω, τότε κλείσε τις πύλες τής Πόλης και βασίλευε μέσα. Όλα έξω από την Πόλη είναι δικά μου». Τότε ο τύραννος, περνώντας από τη Βιθυνία στη Θράκη, γκρέμισε όλα τα προάστια τής Πόλης και απομάκρυνε τούς πληθυσμούς τους, ξεκινώντας από την Πάνιδο και φτάνοντας στην ίδια την Πόλη. Κατέλαβε τη Θεσσαλονίκη και τα χωριά πέρα από τη Θεσσαλονίκη»
(Ὁ δὲ βασιλεὺς Μανουὴλ μαθὼν τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ διὰ νυκτὸς φυγὰς ὤχετο καὶ δὴ καταλαβὼν τὴν Πόλιν καὶ τὸ πένθος τοῦ πατρὸς αὐτοῦ ὡς ἔθος πληρώσας, ἐκάθητο μεριμνῶν περὶ τοῦ τυράννου, τὶ ἄρα βούλεται κατ’ αὐτοῦ καὶ κατὰ τῆς Πόλεως. Ὁ δὲ τύραννος μαθὼν τὸν θάνατον τοῦ βασιλέως καὶ τὴν φυγὴν τοῦ Μανουήλ, ἠνιᾶτο καὶ δυσχέραινε καὶ κατὰ τῶν οἰκείων ἐμαίνετο, πῶς διέδρα καὶ οὐδεὶς αὐτὸν ἔγνω. Ἠβούλετο γὰρ θανατῶσαι αὐτόν, εἰ ἐν χερσὶν ἔτυχεν ὤν. Τότε στέλλει πρὸς τὸν βασιλέα Μανουὴλ ἀποκρισιαρίους ζητῶν ὅτι βούλεται τοῦ εἶναι καὶ διαμένειν ἐντὸς τῆς πόλεως ἕνα τῶν αὐτοῦ κριτῶν καὶ νομιμαρίων, ὅν αὐτοὶ καλοῦσι καδὶν, οὐκ εἶναι δίκαιον λέγων τοὺς μουσουλμάνους ἐν ἐμπορίαις ἀσχολουμένους καὶ ἐν τῇ Κωνσταντίνου ἀπερχομένους διὰ τινων ὑποθέσεων καὶ ἀμφιβολιῶν παρίστασθαι τοὺς μουσουλμάνους ἐν κριτηρίῳ καβουρίδων, ἀλλὰ τὸν μουσουλμάνον δεῖ μουσουλμάνον κρῖναι, καὶ ἕτερα παραπλήσια γέμοντα φόρτους αδικίας καὶ συκοφαντίας, τέλος «εἰ οὐ βούλει ποιῆσαι καὶ δοῦναι ὅσα σοι προστάττω, κλεῖσον τὰς θύρας τῆς πόλεως, καὶ βασίλευε ἐν μέσῳ αὐτῆς˙ τὰ δὲ ἐκτὸς αὐτῆς ἐμὰ πάντα εἰσὶν». Τότε ὁ τύραννος περάσας ἀπό Βιθυνίας εἰς Θρᾴκην πάντα τὰ τῆς πόλεως ἄστη κατέσκαψεν καὶ τοὺς οἰκοῦντας μετοίκησεν ἀπό Πάνιδος ἄχρις αὐτῆς Πόλεως. Εἶλε καὶ Θεσσαλονίκην καὶ τὰ μετὰ τὴν Θεσσαλονίκην χωρία).
Μετά τη μάχη τής Άγκυρας (1402), την ήττα των Οθωμανών από τον Ταμερλάνο, τη σύλληψη τού Βαγιαζήτ και τον θανάτό του στην αιχμαλωσία, ο πρώτος γιος του, ο Σουλεϊμάν, επέστρεψε στην αυτοκρατορία το 1403 τη Θεσσαλονίκη και κάποιες θρακικές πόλεις, μεταξύ των οποίων τη Μεσημβρία και την Αγχίαλο τού κειμένου. Στον δεκαετή αγώνα διαδοχής μεταξύ των γιων τού Βαγιαζήτ επικράτησε τελικά ο Μωάμεθ (Α΄), που έγινε σουλτάνος με την υποστήριξη των γαζήδων (ιερών πολεμιστών), των Τουρκομάνων εμίρηδων τής Μικράς Ασίας και των χριστιανών υποτελών υπό την ηγεσία τού αυτοκράτορα Μανουήλ Β΄ Παλαιολόγου. Σε αντάλλαγμα αυτής τής υποστήριξης ο Μωάμεθ Α΄ επικύρωσε την προαναφερθείσα παραχώρηση τής Θεσσαλονίκης από τον αδελφό του. Αργότερα, το 1423, ο δεσπότης Ανδρόνικος, γιος τού Μανουήλ Β΄, που ήταν τότε επικεφαλής τής πόλης, παραχώρησε τη Θεσσαλονίκη στη δημοκρατία τής Βενετίας, με την ελπίδα ότι θα μπορούσε έτσι να προστατευτεί από τούς Οθωμανούς τού νέου σουλτάνου Μουράτ Β΄, γιου τού Μωάμεθ Α΄, οι οποίοι την πολιορκούσαν. Οι Ενετοί κατείχαν τη Θεσσαλονίκη μέχρι τις 29 Μαρτίου 1430, οπότε την κατέκτησε ο σουλτάνος Μουράτ Β΄.

Κατά τον Laurent 1971: 571 σημ. 6, επισκοπος Θεσσαλονίκης ήταν τότε ο Μεθόδιος, ο οποίος πρέπει να προήχθη το 1439, κατά τη διάρκεια τής Συνόδου τής Φλωρεντίας, δηλαδή πριν από τον θάνατο τού πατριάρχη Ιωσήφ Β΄ στις 10 Ιουνίου. Ο Μεθόδιος πρέπει να παρέμεινε για πολύ καιρό επίσκοπος Θεσσαλονίκης, αφού εξακολουθούσε να βρίσκεται σε αυτή τη θέση το 1467.

[←59]

Οι Σέρρες είχαν κατακτηθεί το 1383 από τούς Οθωμανούς τού σουλτάνου Μουράτ Α΄. Κατά τον Laurent 1971: 571 σημ. 7, αυτός ο επισκοπος Σερρών είναι άγνωστος, επειδή ο Μακάριος, ο οποίος παραιτήθηκε το 1447, είχε μόλις διοριστεί και έπρεπε γι΄ αυτό να δώσει εγγυήσεις αποδοχής τής Ένωσης. Όμως ο τοπικός κλήρος, πραγματικά εχθρικός, τον ανάγκασε να αποσυρθεί.

[←60]

Η Αδριανούπολη (σήμερα Εντίρνε) τής Ανατολικής Θράκης είχε κατακτηθεί πριν το 1370 (μάλλον το 1361) από τούς Οθωμανούς τού σουλτάνου Μουράτ Α΄. Την εποχή τού κειμένου ήταν πρωτεύουσα τού σουλτανάτου των Οθωμανών. Κατά τον Laurent 1971: 571 σημ. 8, αυτός ο επισκοπος Αδριανούπολης είναι επίσης άγνωστος, εκτός αν πρόκειται για τον Γεράσιμο, που αναφέρεται το 1433, ή τον Μάρκο Ξυλοκαράβη, τον μελλοντικό πατριάρχη, που καθαιρέθηκε το 1467.

[←61]

Η Μεσημβρία (Νέσεμπαρ) και η Αγχίαλος (Πομόριε) στη βουλγαρική ακτή τού Ευξείνου Πόντου είχαν επιστραφεί από τον σουλτάνο Μωάμεθ Α΄ (βασ. 1413-1421) στην αυτοκρατορία σε ένδειξη καλής θέλησης. Κατακτήθηκαν από τούς Οθωμανούς τού σουλτάνου Μωάμεθ Β΄ Πορθητή το 1453. Κατά τον Laurent 1971: 572 σημ. 1, ο άγνωστος επίσκοπος Μεσημβρίας πρέπει να διαδέχθηκε τον Ιάκωβο που πέθανε στις 28 Σεπτεμβρίου 1429, ενώ ο ανθενωτικός επίσκοπος Αγχιάλου Σωφρόνιος εξακολουθούσε να βρίσκεται στη θέση του το 1467.

[←62]

Στο κείμενο τῆς ἕκτης ἰνδικτιῶνος. Βλέπε πίνακα μετατροπής στη σημ. 25 τού κεφαλαίου β΄.

[←63]

Στη σημ. 2 τού κεφαλαίου δ΄ ορίσαμε το έτος 5508 π.Χ. ως έτος κτίσεως κόσμου. Άρα το έτος 6951 από κτίσεως κόσμου ήταν το 6951-5508=1443 μ.Χ.

[←64]

Ο Φραντσέσκο Κοντουλμέρ, που ονομάστηκε παπικός λεγάτος στις 8 Μαΐου 1443, έφυγε από τη Βενετία μόλις στις 22 Ιουνίου 1444 και μπήκε στα νερά τής Κωνσταντινούπολης την εποχή κατά την οποία οι χριστιανικές δυνάμεις τής λεκάνης τού Δούναβη συγκεντρώνονταν γύρω από τον Ιωάννη Χούνιαντι και τον νεαρό βασιλιά τής Ουγγαρίας Λάντισλας Δ΄. Η παρουσία ενός τόσο ισχυρού στρατού και η ανακοίνωση μιας επικείμενης σταυροφορίας εξηγούν τον διπλασιασμό τού ζήλου των ενωτικών, ο οποίος σύντομα θα υποχωρούσε μετά την ανακοίνωση τής καταστροφής τής Βάρνας (10 Νοεμβρίου). Ο παπικός στόλος παρέμεινε στον Βόσπορο το αργότερο μέχρι το φθινόπωρο τού 1445. Βρισκόταν πίσω στη Βενετία στις 10 Ιανουαρίου 1446 (Laurent 1971: 572 σημ. 4).

[←65]

Κατά τον Laurent 1971: 572 σημ. 5, ο αυτοκράτορας έπαιρνε έτσι εκδίκηση για την ταπείνωση στην οποία είχε υποβληθεί, όταν στη Φερράρα, πηγαίνοντας στη σύνοδο ή στον πάπα, είχε υποχρεωθεί να αφιππεύσει νωρίτερα απ΄ όσο ήθελε. Η επιμονή τού λεγάτου να τού απονέμεται ο σεβασμός που αντιστοιχούσε στον βαθμό του καθυστέρησε την ακρόαση που ζητούσε από τον αυτοκράτορα. Αυτές οι επίσημες προσβολές προμήνυαν κακές εξελίξεις στις συζητήσεις που επρόκειτο να πραγματοποιηθούν μεταξύ των υποστηρικτών και των αντιπάλων τής Ένωσης που είχε διακηρυχθεί στη Φλωρεντία. Κατά το πρωτόκολλο μόνο ο αυτοκράτορας μπορούσε να εισέλθει έφιππος στη Χαλκή Πύλη, δηλαδή την κύρια είσοδο τού Μεγάλου Παλατίου τής Κωνσταντινούπολης.

[←66]

Για περισσότερο από ένα χρόνο, μεταξύ Αυγούστου 1445 και Νοεμβρίου 1446, το παλάτι τού Ξυλάλα στην Κωνσταντινούπολη υπήρξε το σκηνικό 15 διασκέψεων, κατά τη διάρκεια των οποίων συζητήθηκαν ξανά οι θεολογικές διαφορές που χώριζαν τις δύο εκκλησίες. Οι δύο κύριοι ομιλητές αυτών των συναντήσεων ήσαν, για τούς Λατίνους ο Δομινικανός Μπαρτολομέο Λαπάτσι, επίσκοπος Κορτόνα (πεθ. στις 21 Ιουνίου 1466), που είχε μάθει ελληνικά στο Άργος, στο οποίο είχε διαμείνει από το 1434 μέχρι το 1439, ενώ για τούς Γραικούς ήταν ο Σχολάριος, τότε επικεφαλής τής ιδιωτικής γραμματείας τού Ιωάννη Η΄ Παλαιολόγου και γενικός δικαστής (κριτής) τής αυτοκρατορίας, παράλληλα με τον Συρόπουλο. Στο τέλος μιας τόσο μεγάλης προσπάθειας καθεμιά από τις δύο πλευρές παρέμεινε στις θέσεις της, με τη βεβαιότητα ότι είχε κερδίσει (Laurent 1971: 573 σημ. 6).

[←67]

Κατά τον Laurent 1971: 573 σημ. 7, στις 16 Ιουνίου 1449 ο πάπας Νικόλαος Ε΄ ανέθεσε στον Λαπάτσι νέα αποστολή, που δεν αναφέρεται εδώ. Όταν η αυτοκρατορία υπέκυψε το πρωί τής 29ης Μαίου 1453 κάτω από τα χτυπήματα των Τούρκων, οι ελπίδες για την ενίσχυση τής Ένωσης ήσαν ακόμη πραγματικές, παρά την καθυστερημένη διακήρυξή τής στις 12 Δεκεμβρίου 1452 στην Αγία Σοφία.

[←68]

Συρόπουλος 12.18: Ἅ δὴ πάντα θελήματι τοῦ Θεοῦ ὡς οἶμαι ἐγίνοντο, ἐξ ὧν πέπεισμαι ὡς οὐ παραχωρήσει ποτὲ ὁ Θεὸς συστῆναι τὴν Φλωρεντιακὴν ἕνωσιν, οὐδὲ ἐᾶσαι πειρασμοῖς ἐμπεσεῖν τοὺς διὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ μόνον κατὰ τὴν ἀποδοχὴν αὐτοῦ ὑπὲρ τῆς Ἐκκλησίας ἀγωνιζομένους, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν αὐτοῦ καλῶς διορθώσει καὶ εἰς τὴν ἀρχαίαν αὐτῆς καὶ πάτριον ἡμῶν δόξαν ἀποκαταστήσει, καὶ τοὺς ὑπὲρ αὐτῆς ἀγωνιζομένους στηρίξει καὶ βεβαιώσει καὶ νικητὰς ἀναδείξει καὶ τὴν δοκοῦσαν μέν, μὴ οὖσαν δὲ ὅμως, ἕνωσιν ἀληθῶς διαλύσει καὶ ἀνατρέψει, καὶ εἰρηναίαν καὶ ἀστασίαστον τὴν Ἐκκλησίαν αὐτοῦ καταστήσει τε καὶ διατηρήσει ὁ Κύριος ἡμῶν καὶ Θεός, καὶ ἐκ τῶν ἔξωθεν ἐπισειομένων ἡμῖν φόβων τε καὶ κινδύνων ἀπαλλάξει καὶ ἀβλαβεῖς διαφυλάξει καθὼς ἐποίησε πολλάκις καὶ ποιεῖ πάντοτε ὑπὲρ ἡμῶν τε καὶ τῆς Πόλεως ταύτης, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα.

error: Content is protected !!
Scroll to Top