Σημειώσεις Παραρτήματος Ηροδότου
- [←1]
-
Ηρόδοτος 4.21-4.23.
- [←2]
-
Τάναϊς: Ο ποταμός Ντον που χύνεται στην Αζοφική θάλασσα.
- [←3]
-
Σαυρομάται ή Σαρμάται: Ιρανικός λαός τής κλασσικής αρχαιότητας, που άνθισε μεταξύ 5ου π.Χ. και 4ου μ.Χ. αιώνα. Κατά τη μεγαλύτερη γνωστή επέκτασή τους, γύρω στο 100 π.Χ., απλώνονταν από τον ποταμό Βιστούλα μέχρι τις εκβολές τού Δούναβη και ανατολικά μέχρι τον ποταμό Βόλγα, φτάνοντας μέχρι τις ακτές τού Ευξείνου Πόντου και τής Κασπίας Θάλασσας και μέχρι τον Καύκασο.
- [←4]
-
Μαιώτις Λίμνη: Η Αζοφική Θάλασσα, το βορειοανατολικό άκρο τού Ευξείνου Πόντου.
- [←5]
-
[Ηρόδοτος 4.21]. Τάναϊν δὲ ποταμὸν διαβάντι οὐκέτι Σκυθική, ἀλλ᾽ ἡ μὲν πρώτη τῶν λαξίων Σαυροματέων ἐστί, οἳ ἐκ τοῦ μυχοῦ ἀρξάμενοι τῆς Μαιήτιδος λίμνης νέμονται τὸ πρὸς βορέην ἄνεμον ἡμερέων πεντεκαίδεκα ὁδόν, πᾶσαν ἐοῦσαν ψιλὴν καὶ ἀγρίων καὶ ἡμέρων δενδρέων· ὑπεροικέουσι δὲ τούτων δευτέρην λάξιν ἔχοντες Βουδῖνοι, γῆν νεμόμενοι πᾶσαν δασέαν ὕλη παντοίῃ.
- [←6]
-
Θυσσαγέται: Κατά τον Ηρόδοτο (4.123) τέσσερα ποτάμια (Λύκος, Όαρος, Τάναϊς και Σύργις) περνούσαν από τα εδάφη τής αρχαίας αυτής φυλής και χύνονταν στη Μαιώτιδα Λίμνη (Αζοφική Θάλασσα). Ωστόσο, επειδή ένα από τα ποτάμια αυτά, ο Όαρος, ταυτίζεται κατά πάσα πιθανότητα με τον Βόλγα, πρέπει να υπάρχει κάποιο λάθος σε αυτή την περιγραφή, αφού ο Βόλγας χύνεται πιο ανατολικά στην Κασπία Θάλασσα.
- [←7]
-
[Ηρόδοτος 4.22]. Βουδίνων δὲ κατύπερθε πρὸς βορέην ἐστὶ πρώτη μὲν ἔρημος ἐπ᾽ ἡμερέων ἑπτὰ ὁδόν, μετὰ δὲ τὴν ἔρημον ἀποκλίνοντι μᾶλλον πρὸς ἀπηλιώτην ἄνεμον νέμονται Θυσσαγέται, ἔθνος πολλὸν καὶ ἴδιον· ζῶσι δὲ ἀπὸ θήρης. συνεχέες δὲ τούτοισι ἐν τοῖσι αὐτοῖσι τόποισι κατοικημένοι εἰσὶ τοῖσι οὔνομα κεῖται Ἰύρκαι, καὶ οὗτοι ἀπὸ θήρης ζῶντες τρόπῳ τοιῷδε· λοχᾷ ἐπὶ δένδρεον ἀνα-βάς, τὰ δὲ ἐστὶ πυκνὰ ἀνὰ πᾶσαν τὴν χώρην· ἵππος δὲ ἑκάστῳ δεδιδαγμένος ἐπὶ γαστέρα κεῖσθαι ταπεινότητος εἵνεκα ἕτοιμος ἐστὶ καὶ κύων· ἐπεὰν δὲ ἀπίδῃ τὸ θηρίον ἀπὸ τοῦ δεν-δρέου, τοξεύσας ἐπιβὰς ἐπὶ τὸν ἵππον διώκει, καὶ ὁ κύων ἔχεται, ὑπὲρ δὲ τούτων τὸ πρὸς τὴν ἠῶ ἀποκλίνοντι οἰκέουσι Σκύθαι ἄλλοι, ἀπὸ τῶν βασιληίων Σκυθέων ἀποστάντες καὶ οὕτω ἀπικόμενοι ἐς τοῦτον τὸν χῶρον.
- [←8]
-
[Ηρόδοτος 4.23]. μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος, τὸ δ᾽ ἀπὸ τούτου λιθώδης τ᾽ ἐστὶ καὶ τρηχέα. διεξελθόντι δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι, καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως, καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα, φωνὴν δὲ ἰδίην ἱέντες, ἐσθῆτι δὲ χρεώμενοι Σκυθι-κῇ, ζῶντες δὲ ἀπὸ δενδρέων. ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπ᾽ οὗ ζῶσι, μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ. καρπὸν δὲ φορέει κυάμῳ ἴσον, πυρῆνα δὲ ἔχει. τοῦτο ἐπεὰν γένηται πέπον, σακκέουσι ἱματίοισι, ἀπορρέει δὲ ἀπ᾽ αὐτοῦ παχὺ καὶ μέλαν· οὔνομα δὲ τῷ ἀπορ-ρέοντι ἐστὶ ἄσχυ· τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι, καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντι-θεῖσι καὶ ταύτας σιτέονται. πρόβατα γάρ σφι οὐ πολλά ἐστι. οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί. ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται, τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ, τὸ δὲ θέρος ἄνευ πίλου. τούτους οὐδεὶς ἀδικέει ἀνθρώπων· ἱροὶ γὰρ λέγονται εἶναι· οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται. καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰς διαφορὰς διαιρέοντες, τοῦτο δὲ ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους, ὑπ᾽ οὐδενὸς ἀδικέεται· οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι.
