Σημειώσεις επιστολής Τραπεζούντιου προς Ιωάννη Η΄ Παλαιολόγο

Σημειώσεις επιστολής Τραπεζούντιου προς Ιωάννη Η΄ Παλαιολόγο

[←1]

Επιστολή Γεώργιου Τραπεζούντιου προς τον υψηλότατο και αγιότατο αυτοκράτορα Ρωμαίων Ιωάννη [Η΄] Παλαιολόγο, με την οποία τον προτρέπει να καταπλεύσει στην Ιταλία.

Πρὸς τὸν ὑψηλότατον καὶ θειότατον βασιλέα Ῥωμαίων Ἰωάννην τὸν Παλαιολόγον πρὸς τὸν εἰς Ιταλίαν πλοῦν προτροπὴ Γεωργίου Τραπεζουντίου ἐπιστολὴ (Georgii Trapezuntii Epistola ad Joannem Palaeologum Imp., ut in Italiam ad Synodum proficiscatur, Patrologia Graeca 161, 895-908.

[←2]

Οὐχ ὅτι σε κατὰ τὴν πολλῶν δόξαν, ἄριστε βασιλεῦ, ἀμφιβαλεῖν ᾠήθην τὸ σύνολον μεθ΄ ὧν ὁ ἄκρος τῶν ἀρχιερέων ἔπεμψε τριήρων εἰς Ἰταλίαν πλεῦσαι, τὴν παράκλησιν ταύτην ἐνεστησάμην, ἀλλ΄ ὅτι ὡς μάλιστα τῷ σῷ κράτει ἐνόμισα χαριεῖσθαι ἐκεῖνα γράψας, ἅπερ σοὶ μὲν ἡδονήν τῷ σφόδρα τούτοις ἔχεσθαι, ἐμοὶ δὲ παραίτησιν, καὶ συγγνώμην παρέξει πόῤῥω που ἀπῳκισμένῳ λόγων Ἑλληνικῶν, καὶ ὅμως τολμῶντι πρὸς τὸ σὸν ὕψος γράφειν.

[←3]

Ἐκεῖνο μὲν γὰρ οὐδ΄ ἄν ἦν ὅλως νοῦν ἔχοντος ἀνθρώπου, εἰ βασιλέα τοιοῦτον, ᾧ σοφίας καὶ λόγων εἰς ἄκρον μέτεστι, πείθειν ἐπιχειροίην, μηδὲν ἔχων τῶν πείθειν δυναμένων· τοῦτο δὲ εὐγνώμονος ἴσως ἄν δόξῃ καὶ πιστοῦ ὑπηκόου, ἀμφιδοξούντων πολλῶν τὰ τὲ σοι ἀρεστὰ γράφειν, καὶ δόξαν σχεῖν τοῦ πεῖσαι πάλαι σου πεπεισμένου, μᾶλλον δὲ ὁρμῶντος πρὸς τοῦτο οἰκείᾳ γνώμῃ, καὶ πολλοὺς ἤδη πείσαντος. Ἀλλ΄ οἶμαι δεῖν εἰς ἀρχὴν καταστῆσαι τὸν λόγον, ἵνα μοι κατὰ λόγον χωρῇ καὶ μὴ πάθω ταὐτὸ τοῖς μικρὰ μὲν καὶ ὀλίγα φέρειν δυναμένοις, πολλὰ δὲ και μεγάλα ἐπιφορτιζομένοις· τῷ γὰρ τῇ τῶν πραγμάτων τάξει προβαίνειν ἴσως ἄν μοι βοηθήσοι τῇ τοῦ λέγειν ἀπειρίᾳ.

[←4]

Στο κείμενο ἐν Ἀβιῶνι.

[←5]

Το σημερινό Γιβραλτάρ.

[←6]

Το σημερινό Κάδιθ (Cadix) τής Ισπανίας στον Ατλαντικό ωκεανό.

[←7]

Ἡ ἐν τῇ λεγομένῃ Βασιλείᾳ Γερμανῶν πόλει συναχθεῖσα σύνοδος, ὦ βασιλεῦ, νόμον θεῖσα εὐθὺς κατὰ τὸ συναχθῆναι, εἰ τῷ νῦν προκαθεζομένῳ Ἐκκλησίας οἰάκων οἷα ἀνθρώπῳ θανεῖν συμβῇ συνισταμένης τῆς συνόδου, αὐτῇ μόνῃ ἐξεῖναι τὸν ἄκρον αἱρεῖσθαι ἀρχιερέα, ἔκδηλον ἐποίησεν, ὡς ἐπὶ τὸ μεταθεῖναι εἰς Γερμανοὺς ἤ Γάλλους συναχθείη τὴν τῆς Ῥώμης ἀρχὴν, καὶ νῦν ὅσα ἄν ποιῇ ἤ λέγῃ πρὸς τοῦτο ποιεῖ καὶ λέγει οὐ πᾶσα μὲν, καὶ γὰρ οἱ κρείττους ἀρετὴν ἐκείνων, καὶ τὴν κατὰ Θεὸν πολιτείαν, συνεῖδον ἤδη τὰ βελτίω· οἱ δὲ πονηρότεροι οὐ μᾶλλον φροντίζουσι τῆς τῶν Ἐκκλησιῶν ἑνώσεως, Γραικῶν λἐγω καὶ Ἰταλῶν, ἤ τοῦ διασπᾷν τὴν Ἰταλίαν ταύτην καὶ εἰς πολλὰ κατατέμνειν οἱ ἄθλιοι, οὗ χάριν καὶ τριήρεις λέγεται παρασκευάσαι αὐτοὺς ἐν Ἀβιῶνι αἷς σὲ καὶ τὴν μετὰ σοῦ σύνοδον ἔξω τῶν Ἡρακλείων στηλῶν καὶ πέρα Γαδείρων ἐξάξουσι.

[←8]

Τοῦτο δὲ ἀληθὲς, ὥσπερ ἄδεται, ὅτι οὐ πρὸς ἕνωσιν, ἀλλὰ σύγχυσιν ὁρᾷ Ἐκκλησιῶν, παντὶ που δῆλον τῷ νοῦν ἔχοντι. Οἴδασι γὰρ καλῶς ὡς οὐχ οἷόν τε βασιλέα Ῥωμαίων μετὰ τοσούτου πλήθους ἁγίων Πατέρων πλεῖν εἰς τὰ ἕσχατα τῆς οἰκουμένης. Ἄρα οὖν εἰς τὸ ἑνῶσαι τὰς Ἐκκλησίας σε προκαλοῦνται; καὶ τὶ τοὺς εἰς οὕς ῥᾴδιον ἐλθεῖν τόπους ἀφέντες, τὸν εἰς ὅν σχεδὸν ἀδύνατον προτίθενται; Ἀλλὰ πάντως τὴν τῶν Ἐκκλησιῶν εἰρήνην ἀποδέχονται; καὶ τὶ ῥᾴστου ὄντος ἐκείνοις εἰς Ἰταλίαν ἐλθεῖν, ὅπου καὶ ό ἄκρος ἀρχιερεὺς καὶ ἡ μετ΄ αὐτοῦ σύνοδος, ὅποι καὶ τὸ σὸν κράτος ῥᾷσθ΄ ἅμα καὶ τάχιστα καταχθήσεται, τοῦτ΄ ἀφέντες τῶν δυσκόλων μὲν σφίσιν αὐτοῖς, ἀδυνάτων δὲ τῷ ἄκρῳ ἀρχιερεῖ τῷ σῷ κράτει ἐφίενται;

[←9]

Ἀλλ΄ ὡς ἕοικεν οὐκ ἀγνοοῦσιν ὅτι σου εἰς Ἰταλίαν πλεύσαντος, καὶ τάς Ἐκκλησίας ἑνώσαντος, ὅπερ ἄρα τῷ μακαριωτάτῳ Εὐγενίῳ πάππᾳ καὶ τῇ σῇ θειότητι ἐναπόκειται, ὡς οὐδεμία ἔτι μηχανὴ ἔσται τοῦ τὰ Ῥώμης πρωτεῖα εἰς μαρτυρίαν Γαλλίας κινεῖ, καὶ μεθιστᾷν ὅρια τὰ ἤδη μὲν ὑπὸ τῶν Πατέρων παγέντα, σαλεύοντα δὲ ὅμως τῆ τε τοῦ κλύδωνος ῥύμῃ, καὶ τῷ παλαιὰ εἶναι καὶ δοκοῦντα ὑπείξειν.

[←10]

Ἔχουσι δὲ τοσοῦτον τοῦ καθήκοντος λογισμὸν, ὡς μηδὲν συνορᾷν δύνασθαι τῶν δεόντων, ἀλλ΄ οἴεσθαι ἤ κατακρατῆσαι τῆς σῆς σοφίας καὶ κατακυριεῦσαι τῆς σῆς βουλῆς καὶ ἀπάξειν βασιλέα Ῥωμαίων εἰς τὰ ἕσχατα Ὠκεανοῦ, μακρὰν τῆς ἰδίας πόλεως, ἤ κωλῦσαί σου τὸν εἰς Ἰταλίαν πλοῦν. Ἑκατέρῳ γὰρ τούτων κατατέμνειν αὐτοῖς ἐξεῖναι τὴν Ἐκκλησίαν δοκεῖ, ἥν ἤδη κατεσπάραξαν ἄν δυνηθέντες, δυνήσονται δὲ μὴ πλεύσαντός σου εἰς Ἰταλίαν· εἴτε γὰρ ἐκεῖσέ σου νεύσαντος ἐξασθενήσει τὰ τοῦ μακαριωτάτου πάππα, εἴτε κωλυθέντος πρόφασιν εὑρόντες, σχίζειν διανοοῦνται.

[←11]

Οὕτω τριῶν προκειμένων εἰς Γαλλίαν ἤ εἰς Ἰταλίαν σε πλεῖν, ἤ μήτ΄ ἐκεῖσε, μήτε δεῦρο, πλὴν τοῦ εἰς Ἰταλίαν σε πλεῖν, τὰ λοιπὰ δύω διπλοῦν ἀνθ΄ ἁπλοῦ παρεισάγει, φεῦ! τὸ τῶν Ἐκκλησιῶν σχίσμα· οὐδὲ γὰρ δυνατὸν ᾧ ἡ τῆς Ῥώμης συγχυθήσεται Ἐκκλησία, τούτῳ τὴν τῶν Γραικῶν μετ΄ αὐτῆς ἵστασθαι.

[←12]

Στο κείμενο Ναρβῶνος.

[←13]

Σαφής αναφορά στην ανακήρυξη τού Καρλομάγνου ως αυτοκράτορα των Ρωμαίων από τον πάπα Λέοντα Γ΄ το έτος 800 μ.Χ.

[←14]

Στο κείμενο ἐν Λουγδούνῳ.

[←15]

Ο Τραπεζούντιος αναφέρεται στην «ένωση» των Εκκλησιών τής Β΄ Συνόδου τής Λυών το 1272.

[←16]

Εἶτα τὶς τὸ ὕπουλον αὐτῶν, καὶ σκαιὸν καὶ ὕφαλον προτιμήσει τῆς Ιταλίας; Εἶτα τὶς τῆς Ῥώμης Ἐκκλησίᾳ ἐξὸν ἑνωθῆναι, τοῦτ΄ ἀφεὶς τῇ Ἀβιῶνος ἤ Ναρβῶνος, ἤ οὐκ οἶδα τὶ λέξω, ἑνωθῆναι σπουδάσει; καὶ οὐ λάβῃ κατὰ νοῦν, εἰ μὴ τὰ παλαιὰ ἐκεῖνα οἷς οἱ Γάλλοι εὑρόντες τῆς αὐτῶν γνώμης Ῥώμης ἀρχιερεῖς, βασιλείαν διέσπασαν καὶ τὰς Ἐκκλησίας συνεξίσπασαν (συνακολουθεῖ γὰρ ταῦτα ἀλλήλοις), εἰ μὴ ταῦτα λάβῃ κατὰ νοῦν, ἀλλὰ γε τὰ νέα τὰ ἐν Λουγδούνῳ εἰς τὸ μηδὲν προχωρήσαντα; Ούδὲ γὰρ οἶμαι συναρμόζειν ἐπιτηδείους εἶναι τὰ διεστηκότα ἑνοῦν τοὺς ἀεὶ τὰ ἡνωμένα ταράττοντας καὶ διαῤῥηγνύντας τὰ σῶα, τὰ τε ἀκέραια σπαράττοντας ὅση δύναμις καὶ νῦν τοῦτ΄ αὐτὸ σπουδάζοντας.

[←17]

Ἀλλὰ τὰ μὲν παλαιὰ ἐξαλειφθήτω τῆς μνήμης· ποῖον δὲ πρόσχημα τῆς Ἐκκλησιῶν εἰρήνης λαβόντες, θαῤῥοῦσί σε προσάξεσθαι τῇ αὐτῶν συνόδῳ ἧς ὥσπερ ἄρα αἱ ῥίζαι κακαὶ καὶ τὰ θεμέλια σαθρὰ, οὕτως ἔσται καὶ τὰ τέλη δύσφημα; Ἐγὼ δὲ ταῦτα πράττοντας τοὺς ἐν Βασιλείᾳ τῇ πόλει οὐδὲ συνόδου ἄνδρας καλῶ οὐδ΄ ἐγγὺς, ἀλλ΄ αἱμάτων μᾶλλον ἄνδρας καὶ πονηρευομένων συνέδριον. Τὶς γὰρ σύνοδον ἐκείνην ἁγίαν εἰπεῖν τολμήσῃ, ὅθεν ἄπεστι μὲν ὁ ἄκρος ἀρχιερεὺς οὐ σώματι μόνον, ἀλλὰ καὶ ψυχῇ καὶ γνώμῃ καὶ βουλῇ πάσῃ; καὶ οὐκ ἄπεστι μόνον, ἀλλὰ καὶ πολεμεῖται παρὰ τινων ἐκεῖθεν καὶ δεινὰ τὰ μὲν ἔπαθε, τὰ δὲ πάσχει, ἀλγῶν ὅτι τὸ τῆς Ἐκκλησίας σκάφος κινδυνεύειν ὁρᾷ τῇ ἐκείνων ἀπονοίᾳ.

[←18]

Ἀλλὰ γὰρ οἶδεν ὁ τῶν θαυμασίων Θεὸς καὶ διὰ τῆς κακίας αὐτῆς ἰᾶσθαι τὸ κακὸν, καὶ τοῦτο τῆς ἄκρας αὐτοῦ ἐστιν ἀγαθότητος. Διήγειρε τοιγαροῦν και παρώξυνε πολλῷ μᾶλλον ἤ πρότερον τὸν νέον τούτον Μωσέα, Εὐγένιον λέγω τὸν ἄκρον ἀρχιερέα, συνευδοκούντων αὐτῷ καὶ τῆς συνόδου ὅσοι σπουδαῖοι καὶ ἀγαπῶντες τἀγαθὸν, τριήρεσι μετακαλεῖσθαι τὸ σὸν κράτος εἰς Ἰταλίαν· καὶ ἔστιν ἀκοῦσαι γνώμας συχνὰς, οὐδενὸς μὲν, ὡς εἰπεῖν, εἰς τὰς Ἀβιῶνός σε τριήρεις ῥέπειν νομίζοντος· τοσαύτην ἀλογίαν ἔχει ὁ παρ΄ ἐκείνων στόλος· πολλῶν δὲ μηδ΄ εἰς Ἰταλίαν ἐθελῆσαι πλεῦσαι, ὧν οἱ μὲν ἴσως τῷ λίαν ἐφίεσθαι δυσέλπιδες, οἱ δὲ τῆς σῆς γνώμης ἁμαρτάνουσι, μὴ δυνάμενοι νοῆσαι τὸ σὸν εἰς τὴν τῆς Ἐκκλησίας εἰρήνην πρόθυμον· οἱ δὲ, ὅπερ ἐθέλουσι, τοῦτο καὶ δοξάζουσι· ἐθέλουσι δὲ μικρὰ εἶναι ἀεὶ τὰ ἡμέτερα· ἔσται δὲ μικρὰ τῷ σχίσματι.

[←19]

Ὥσπερ γὰρ βασιλείας διαιρεθείσης διέστη τὰ τῆς Ἐκκλησίας, οὕτως οἴονται, καὶ οὐ κακῶς οἴονται, συνελθούσης τῆς Ἐκκλησίας, ὑπεραρθῆναι τὰ τῆς βασιλείας. τὶ γὰρ ἄλλο τοῦ ταῦτα νομίζειν αἴτιον; Ὅτι οἱ τῆς συνόδου πάντες οὐ συνευδοκοῦσιν, ἀλλ΄ οἱ ἄριστοι, καὶ τὴν ψυχὴν ἄν ὑπὲρ τούτου θεῖεν, οὕς ἀγαπᾷν τε καὶ σέβεσθαι, καὶ τὴν ἐκείνων γνώμην τῶν πάντων προτιμᾷν δίκαιον δήπου, ὦ βασιλεῦ. Ἀλλ΄ ὅτι μετὰ τῶν τῆς συνόδου συνθήκας πεποίησαι; Οὐκοῦν ἐκείνων οἱ μὲν μετὰ τοῦ πάππα ἐστήκασιν, οἱ δὲ οὔτε τόπον, οὔτε τρόπον ἐτήρησαν, τὸ μὲν ὅτε ἔξω που σχεδὸν τῆς καθ΄ ἡμᾶς οἰκουμένης ἐξώσειν τὸ σὸν κράτος σπουδάζουσι, τὸ δὲ ὅτι τῶν πραγμάτων κατεπειγόντων παρεῖναι τὸν μακαριώτατον πάππαν, καὶ τούτου γεγραμμένου ἐν ταῖς συνθήκαις, οὐκ ἄν, εἰ μὴ Πηγάσους τινὰς ἱππεύσῃ ἤ Περσέως λάβῃ πτερὰ, ἀφικέσθαι δυνήσεται. Τοῦτο δ΄ ἀτεχνῶς εἰς ἀφορμὴν σχίσματος αὐτοῖς μεμηχάνηται.

[←20]

Ἀλλ΄ ὅτι εἰς σύνοδον βουλομένου σοῦ ἐλθεῖν οὐκ εἰς σύνοδον ἐλεύσῃ. τὶ φῄς; Εἰς συστᾶσαν ἤδη σύνοδον οἰκουμενικὴν κέκληται βασιλεὺς; Τὶς ἤκουσε τοῦτό ποτε, καὶ ταῦτα πολλῶν γενομένων συνόδων οἰκουμενικῶν ὧν τὸ κράτος ἔχει ἀεὶ μετὰ τὸν ἄκρον ἀρχιερέα ὁ τῶν Ῥωμαίων βασιλεὺς; Ἀρίθμοι μοι τὰς συνόδους, καὶ διαδραμὼν πάσας μίαν καὶ μόνην λέγε μοι οἰκουμενικὴν ἧς οὐ κατῆρξε βασιλεὺς Ῥωμαίων. Ἀλλ΄ οὐχ ἕξεις λέγειν. τὶ δὲ; τάς μὲν ἄλλας βασιλεῖ Ῥωμαίων εἰς ταὐτὸ συνελθόντι γνώμῃ; τῷ ἄκρῳ ἀρχιερεῖ συγκροτηθῆναι νομίζεις, ταύτην δὲ τὴν μέλλουσαν Ἀβεῶνάς τινας ἤ Ναρβῶνας, ἤ Λουγδῖνας, ἤ οὕστινας ἄν βούλῃ συγκροτήσειν δεῖν οἴει; καὶ τὶς ταῦτα νοῦν ἔχων ἀνέξεται; μᾶλλον δὲ τὶς οὐ διάρας στόμα μέγα βοήσει, ὡς οὐ σύνοδος αὕτη ἁγία οὐδὲ συνόδου ἴχνος, οὐδ΄ ἐγγὺς κἄν σκιᾶς συνόδου, ἀλλ΄ ἀποπλήκτων ἀνθρώπων ἐφευρέματα πονηρὰ τὴν οἰκουμένην ταράττοντα;

[←21]

Διὰ τί; Διότι οὐ κατὰ γνώμην τοῦ Ῥώμης ἀρχιερέως, διότι βασιλεὺς Ῥωμαίων, ᾧ ταῦτα ἐφεῖται ἅνωθεν, οὐκ αὐτὸς συγκροτήσας, ἀλλ΄ εἰς προσυγκροτηθεῖσαν ὥσπερ τις ἰδιώτης καλεῖται. Σὺ δὲ μοι, ἄριστε βασιλεῦ, βλέπε θείους, οὕς ἔθηκαν οἱ πατέρες σου θεσμοὺς, θείᾳ δίκῃ τηρουμένους, καὶ θαύμασον. Ἐκεῖνοι μὲν πολλῶν ἐθνῶν δυναστεύοντες, τῇ τοῦ Ῥώμης ἀρχιερέως γνώμῃ ἤγειραν τὰς συνόδους. Τῆς τύχης δὲ μεταπεσούσης, καὶ τοῦ μὲν ἀξιώματος ὄντος τοῦ αυτοῦ σοὶ τε καὶ τοῖς πάλαι, δέον γενέσθαι σύνοδον οἰκουμενικὴν ἐπὶ διορθώσει τῆς Ἐκκλησίας, καὶ πρὸς τὸ συναχθῆναι ταύτην οὐδενὸς κατὰ γε τὸν τοῦ δικαίου λόγον, πλὴν βασιλέως Ῥωμαίων καὶ χρόνον καὶ τόπον, οἶμαι δὲ καὶ τρόπον ὁρίσαι δυναμένου, ἀδυνάτων ὄντων σοι τῶν τῆς τύχης, συνέκλεισεν ὁ Θεὸς, οἷς οἶδε κρίμασιν, εἰς τοῦτ΄ ἀνάγκης τὰ πράγματα, ὥστε σὲ μόνον εἶναι ὡς ἔδει κύριον καὶ τόπου, καὶ χρόνου, καὶ τρόπου καὶ τῆς ἑνώσεως αὐτῆς, οὐδενὸς ἤ ὀλίγων πάνυ ἀντιλεγόντων τανῦν, μικρῷ δ΄ ὕστερον πάντων ἁπλῶς τὴν σὴν θειότητα πάντων τῶν καλῶν αἰτίαν ἀνακηρυξόντων. καὶ τοῦτο οὐ τοσοῦτον θαυμαστὸν καίτοι ὄν θαυμαστὸν, ὅσον ἐκεῖνο ὅπερ τὶ ἐπιβῆναι μόνον τῆς νηὸς, καὶ πλεῖν εἰς Ἰταλίαν κατορθώσεις, ὦ βασιλεῦ.

[←22]

Τόδ΄ οἷόν ἐστιν, ἄκουσον, καίτοι γε καὶ παρὰ σαυτοῦ εἰδὼς, καὶ παρ΄ ἄλλων ἴσως ἀκούσας· οὐ γὰρ κακὸν τὸ τὰ τοιαῦτα πολλάκις καὶ λέγειν τε καὶ ἀκούειν. Σπουδάζεις οὖν βασιλικῶς μάλα, ὦ βασιλεῦ, εἰς μίαν ποίμνην καὶ ποιμένα ἕνα συνάγειν τὸ τῶν Χριστιανῶν γένος. Ἀλγεῖ τοῦτ΄ αὐτὸ ἐννοῶν ὁ κοσμοκράτωρ διάβολος, καὶ σπουδάζει πρὸς τὸ κωλῦσαι ᾧ σὺ σπουδάζεις, σχίσαι καὶ τὴν νῦν δοκοῦσαν μίαν Ἰταλῶν Ἐκκλησίαν. Τοσοῦτον γὰρ ὁρμῶσι πρὸς τὸ οἰκεῖον ἐφετὸν Γερμανῶν καὶ Γάλλων τινὲς, τὸν μὲν νῦν ὄντα καθελεῖν ἀδίκως βουλόμενοι, ἄλλον δὲ ἀντεισάγειν ἀρχιερέα, Γάλλον, ἤ πάντως βάρβαρον, ὥστ΄ ἤδη διέῤῥηξαν ἄν τὴν Ἐκκλησίαν Θεοῦ καὶ συνετάραξαν πάντα, εἰ μὴ ᾐδοῦντο μὴ ῥέψαντός σου πρὸς Ἰταλίαν κραταιωθῇ μὲν τὰ τοῦ μακαριωτάτου πάππα, συγχυθῇ δὲ τὰ αὐτῶν· ἐξ ὧν πρόδηλον, ὡς εἰ μὴ πλεύσῃς εἰς Ἰταλίαν, ἑνῶσαι βουληθεὶς πολλῷ μᾶλλον σχίσεις, καὶ συνάξαι σπουδάσας Χριστιανοὺς σκορπίσεις καὶ κακώσεις ἀνίατα. Τῷ γοῦν βουληθῆναι καὶ μόνον δεῦρο πλεῖν ἔπαυσας τὴν στάσιν, τὴν ζάλην ἔστησας, ἔσβεσας τὴν ἀγριαινομένην κατὰ τῆς Ἐκκλησίας φλόγα. Καὶ τοῦτο οὐκ ἐμὸς λόγος, ἀλλὰ πάντων ἁπλῶς· οὕτω γὰρ τὰ τῆς Ἐκκλησίας ταράττεται, καὶ τοσοῦτον ἔρωτα καὶ τῶν ὧδε καὶ τῶν ἐπέκεινα Ἄλπεων κατοικούντων ἀνθρώπων, ὡς ἔστιν ἀκούειν τῶν ἐρχομένων ἐκεῖθεν, εἴπερ τῳ φροντὶς ἐρωτᾷν, πρὸς τὸ σὸν κράτος ἤγειρεν ό Θεὸς ὥσθ΄ ἑνὶ στόματι καὶ μιᾷ φωνῇ πάντων βοᾷν, ὡς εἰ μὴ ὁ τῶν Ῥωμαίων βοηθήσῃ βασιλεὺς τῇ Ἐκκλησίᾳ ᾧ μόνῳ τὰ πράγματα μαρτυρεῖ, μόνον οὐχὶ φωνὴν ἀφιέντα ἐφεῖσθαι παρὰ Θεοῦ τὰ τε πάλαι διεῤῥωγότα συῤῥάπτειν, καὶ τὰ νῦν ἡνωμένα διατηρεῖν ἀκέραια, οἴχεται τὰ τῆς Ἐκκλησίας, διέφθαρται τὰ τῆς βασιλείας· ὁ ἀντίπαλος πολιτεύεται δαίμων, καὶ οὐδὲν ὅλως ἔστι προσδοκᾷν κατὰ γε ἀνθρωπίνους λογισμοὺς ὅ Χριστιανοὺς ῥύσεται τῶν τοιούτων κακῶν.

[←23]

Ἐγὼ δὲ ταῦτα ἀκούων καθ΄ ἡμέραν, ὦ βασιλεῦ, οἶδεν ὁ προορίσας καὶ ἐκλεξάμενός σε εἰς τὴν τῶν Ἐκκλησιῶν ἕνωσιν εἰς ὄνομα αἰώνιον Θεὸς, οὐχ οἷός τε ὧ κατέχειν τὰ δάκρυα, ποτὲ μὲν συνορῶν οἷος τῇ Ἐκκλησίᾳ ἐπικρέμαται κίνδυνος, μὴ ἐλθόντος σου, οὐχ ὅτι τοῦτο νομίζω ὥς τινες, ἀλλ΄ ὅτι τῷ λίαν ἐπιθυμεῖν δέος ἕπεται· ποτὲ δὲ τῇ χαρᾷ νικώμενος, καὶ δοκῶν ὁρᾷν βασιλέα Ῥωμαίων οὐ μόνον ἑνοῦντα τῇ ἑαυτοῦ τῆς Ῥώμης, ἀλλὰ καὶ αὐτὴν τὴν Ῥώμης συντηροῦντα, καὶ διαλλάττοντα καὶ ῥυόμενον οὕτω φανεροῦ πτώματος, ὥστε μηδένα εἰπεῖν δύνασθαι ὡς οὐκ ἄρα τοῦ βασιλέως Ῥωμαίων τὸ κατόρθωμα.

[←24]

Πῶς γὰρ τις μετὰ τὸ ἐλθεῖν σε εἰς Ἰταλίαν τολμήσει μὴ σωτῆρά σε καὶ πάντων τῶν καλῶν μετὰ Θεὸν αἴτιον ἀνακηρύττειν, ὅν ἔτι καὶ νῦν ὅσοις τῶν τοιούτων μέλει, τοῖς αυτοῖς ἀποσεμνύνουσιν ὀνόμασιν; Μέγα σοι κῦδος ὀρέξαι Θεὸς βούλεται, ὦ βασιλεῦ, τῇ σῇ παρακληθεὶς ἀρετῇ καὶ τῷ ἐρᾷν σε τῆς ἑνώσεως χαίρων, ὥσπερ τι προοίμιον τῶν μελλόντων σοι καὶ τῷ γένει Ῥωμαίων διὰ σοῦ ἀγαθῶν, χαρίζεται τὴν γαλήνην τῆς γενησομένης τρικυμίας πάντως, εἰ μὴ σὺ τῷ ἐλθεῖν κωλύσῃς. Εἰ γοῦν βασιλικὸν καὶ τῇ σῇ φύσει πρέπον, ἵνα μὴ διασπασθῇ ἡ τῆς Ῥώμης Ἐκκλησία, καὶ μόνον τὸν εἰς Ἰταλίαν πλοῦν ὑποστῆναι, τοσοῦτον νῦν χρήματος ὥσπερ ἐκ παρέργου κατορθουμένου τῇ παρουσίᾳ τοῦ κράτους σου, οὐκ ἐπιβήσῃ ἀσμένως τῆς νηὸς καὶ ὅτι τάχιστα συνθέσεις τάς Ἐκκλησίας; καὶ τὶς ὀρθῶς λογιζόμενος τοιούτων προκειμένων ἔργων τῷ πλεῖν, ὑπὲρ ὧν πᾶς Χριστιανὸς μυρίους θανάτους ὑπέμεινεν ἄν, τὸ πλεῖν ἀναβάλλοιτο; καὶ μάλισθ΄ ὅτι ὅσον μεγάλη ἡ δόξα τῷ ἐλθεῖν παῦσαι τὰ σκάνδαλα, ὦ βασιλεῦ, τοσοῦτον μείζων ἡ δυσφημία τῷ μὴ ἐλθεῖν συγχέαι τὴν Ἐκκλησίαν, καὶ πᾶσαν, φεῦ! τὴν Εὐρώπην, ἐξὸν καταστῆσαι καὶ εἰρηνοποιῆσαι καλῶς, ἐκπολεμῶσαι κάκιστα; τὸ γὰρ ὀκνεῖν κατηγορεῖ. Οὐ δεῖ δὴ τοιοῦτον ἀφεῖναι καιρὸν, ὦ βασιλεῦ, συμπεσόντα θεόθεν, ἀλλὰ δεῖ θαυμάσαι τῆς προνοίας τὸ θεῖον, καὶ εὐχαριστῆσαι ὅτι διπλῆν ἀνθ΄ ἁπλῆς δωρεῖταί σοι ζητοῦντι τὴν ἕνωσιν. Οἶδα γὰρ ὅτι πολλάκις αἰτήσειας παρὰ Θεοῦ ἁπλῶς ἑνωθῆναί σοι τὰς Ἐκκλησίας. Ὁ δὲ διπλῶς χαρίζεται, ἵνα προθυμότερον ἔλθῃς. τὶ οὖν, ᾧπερ τὸ Θεῖον μᾶλλον ἀνάπτει τὸν σὸν ζῆλον, καὶ ἀναῤῥιπίζει τὸν ἔρωτα, τοῦτο χρὴ τινας φοβεῖσθαι μὴ ἐμπόδιον γένηται; Τόδ΄ ἐστὶ παρόμοιον, ὡς εἴ τις ἐλαίῳ μὴ τρέφεσθαι ἀλλὰ σβέννυσθαι νομίζῃ τὸ πῦρ· ἤ εἴπερ τις διατείνηται τὸν δέκα ταλάντοις ἐθέλοντά τι ποιεῖν, τοῦτ΄ αὐτὸ μὴ βουληθῆναι ποιεῖν τῷ δὶς δέκα προσεξευρίσκειν τάλαντα. Ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲ γὰρ ὁρῶ τι τὸ κωλῦσον ἥξειν σε. Ἧπερ πολλὰ ἐσπούδασας, πάρεστιν ἐπὶ θύραις ἡ τῶν Ἐκκλησιῶν εἰρήνη· καὶ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ ἡ τῆς Ῥώμης Ἐκκλησία φλυκταίνει οἰδαίνουσα, καὶ ἐπιβοᾶται τὴν σὴν προστασίαν.

[←25]

Οἷς δὲ τῶν τοιούτων μέλει, ἁπαξάπαντες, αὐτόκράτορ, εἰς σέ βλέπουσιν οὐχ ἧττον, ἤ εἰ κατὰ Κωνσταντῖνον ἐκεῖνον τὸν Μέγαν, ἤ Θεοδόσιον, ἤ Ἰουστινιανὸν λαμπρὰ σοι ἐπέπνει τὰ τῆς τύχης. καὶ τῷ ὄντι ἐλθόντος σου, ὡς ὑπὸ ἡλίου ἀστέρες τῶν πρὸ σοῦ αὐτοκρατόρων ἡ φήμη τῇ σῇ δόξῃ κρυβήσεται· ἐκεῖνοι γὰρ πολλὰ ἄν καὶ βίᾳ κατορθῶσαι δόξωσι τοῖς ὀρθῶς ἐξετάζουσι· τοῖς γὰρ μεγάλοις δυνάσταις ἤ τοῦ βιαίως πολλὰ ποιεῖν ὑπόληψις ἕπεται· σὺ δὲ πρὸ πολλῶν ἤδη γενεῶν ἀντιπνευσάσης τῷ γένει τῆς τύχης, φρονήσει, δικαιοσύνῃ, πραότητι καὶ ταῖς ἄλλαις ἀρεταῖς αἷς σου τὸ κράτος ἐκόσμησας, τὴν τε Ἐκκλησίαν εἰς Ἰταλίαν πλεύσας ἀκέραιον συντηρήσεις, καὶ τὰ διαιρεθέντα κακῶς συζεύξεις, καλῶς καὶ τὰ τῆς βασιλείας ἐπανορθώσεις, καὶ παρέξεις τοῖς μετὰ σὲ πολλῶν ἐθνῶν βασιλεύουσαν τὴν ἧς κρατεῖς πόλιν. Ὧν τουναντίον ἅπαν τοῦ μὴ ἐλθεῖν σε ἕψεται· οὐ γὰρ ἔσται, οὐκ ἔσται τοῦ λοιποῦ ἐλπὶς, ὦ βασιλεῦ, τοῦ καιροῦ τούτου παρελθόντος ἐπιχειρεῖν ἰᾶσθαι τὰ συντριβέντα· πῶς γὰρ ὅπου καὶ τὰ δοκοῦντα εὐσθενῆ, καὶ ὡς τείχη Βαβυλώνια, τὰ τῆς Ῥώμης λέγω, σείεται, καὶ σαλεύει ἐπὶ κυμάτων ἱστάμενα; καὶ οὐκ ἔστιν ἐκφυγεῖν τὴν ζάλην, εἰ μὴ ἐπιβάλλῃς τῷ πηδαλίῳ τὴν δεξιὰν. Ἐγὼ δὲ οὐ βούλομαι μὲν τὰ κάκιστα προλέγειν· ὠθούμενος δὲ τοῖς πράγμασιν, οὐ δύναμαι κατέχειν ἐμαυτὸν· εἰ μὴ πλεύσῃς εἰς Ἰταλίαν, ἴσθι ὡς ἀπώλεσας τὸ τῶν Χριστιανῶν γένος, διέφθειρας τὰ τῆς Ἐκκλησίας. Ὤ τοῦ πτώματος! Οὔτ΄ εἰ μὴ ἑνωθήσεται ή τῶν Γραικῶν, ἔσται Ῥώμης Ἐκκλησία, καὶ ἡ τῶν Γραικῶν ταύτης σφαλείσης, ὀκνῶ μὲν, λέξω δὲ ὅμως, τὸ παράπαν οἰχήσεται.

[←26]

Βλέπε για παράδειγμα Georgii Trapezuntii Epistola ad Eugenium IV Pontificem Maximum de Unione Ecclesiarum, Patrologia Graeca 161, 890-894, προηγούμενη Ενότητα σε αυτό το Παράρτημα.

[←27]

Ταῦτα, ὦ βασιλεῦ, ὦ αὐτoκράτορ, ᾧπερ ἤδη τὸ κράτος τῶν Ἐκκλησιῶν παρέχουσι θείως κινούμενοι πάντες οἱ τῆς Εὐρώπης, ἐνθυμηθεὶς, ὥσπερ σημείῳ χρήσοιτό τις μετ΄ οὐ πολὺ σοι Θεοῦ θέλοντος δοθησομένης πολλῶν ἐθνῶν ἡγεμονίας· καὶ πρὸς τούτοις τοὺς σοὺς λογισμοὺς, οἷς ὡς παρόντα σε οἶμαι τὰ μέλλοντα ὁρᾷν, ὥσπερ τινὲς ἔφασαν τὸν Θεμιστοκλέα, χρῆσαι τῇ σῇ ψυχῇ, τῇ σῇ φρονήσει· ἀπόκρουσον τοὺς ἄλλοσέ πη ἄγοντας ἤ παράγοντας, εἴπερ ἀληθῆ τὰ λεγόμενα, καὶ κατέλθωσιν αἱ Ἀβιῶνος εἰς τὴν Κωνσταντίνου τριήρεις, καὶ μὴ ἐξώσοι αὐτὰς ό Θεὸς· ἤ μεταβαλὼν τὰς ἐκείνων γνώμας θαυμασίως τῇ σῇ ἀρετῇ καμφθεὶς, καὶ ταύταις κἀκείναις ταῖς τριήρεσιν εἰς Ἰταλίαν προπέμψοι σε. Ἐγὼ μὲν οὖν ἔγραψα οὐ τῷ λέγειν θαῤῥήσας, οἶδα γὰρ ὡς ού μέτεστί μοι λόγων Ἑλληνικῶν, ἀλλά τῷ ἐφίεσθαι σφόδρα τῆς τῶν Ἐκκλησιῶν εἰρήνης καὶ τῆς τοῦ γένους εἰς τὸ πάλαι ἀξίωμα διὰ τοῦ σοῦ ὕψους ἀποκαταστάσεως, ᾧπερ καὶ μόνῳ κινηθεὶς πρὸ πολλοῦ, ἤδη περὶ τῶν τοιούτων καὶ πρὸς τὸν μακαριώτατον πάππαν διειλέχθην. Σὺ δε, ὦ θειότατε βασιλεῦ, ζῆθι ἐπανάγων τὸ γένος πρὸς τὴν ἀρχαίαν εὐδαιμονίαν, καὶ τῆς ἀμαθίας ὁμοῦ καὶ πολυλογίας ἀνάσχου μοι.

error: Content is protected !!
Scroll to Top